no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 11694.
Each record below describes this same ancient text from a different angle.
Πετεσοῦχος Νεφερῶτος καὶ μέτοχοι σιτολόγοι Βακχιάδος Ἡφαιστιάδος μεμετρήμεθα τῇ κη τοῦ Παῦνι μηνὸς τοῦ ἐνεστῶτος ιγ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀπὸ γενημάτων τοῦ αὐτοῦ ἔτους ἐν θη σαυρῶι Βακχιάδος εἰς Ὀννῶφριν Πανεφρέμμεως Βακχιάδος δημοσίων διὰ γεωργῶν Σοκνοπαίου Νήσου πυροῦ ἀρτάβας τριάκοντα γίνονται πυροῦ ἀρτάβαι λ, ὁμοίως διὰ τῶν αὐτῶν εἰς Στοτουῆτιν Ἀπύγχεως πυροῦ ἀρτάβας τριάκοντα γίνονται πυροῦ ἀρτάβαι λ, καὶ εἰς Πακῦσιν Ἀπύγχεως πυροῦ ἀρτάβας ἐννέα γίνονται πυροῦ ἀρτάβαι θ γίνονται ἐπὶ τὸ αὐτὸ πυροῦ ἀρτάβαςἀρτας ἑξήκοντα ἐννέα γίνονται πυροῦ ἀρτάβαι ξθ. διὰ Διοσκ γραμματέως. ἔτους ιγ Αὐτροκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Παῦνι λ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.