no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 28210.
Each record below describes this same ancient text from a different angle.
Παποντὼς πρεσβύτερος Αὐνείους τοῦ Αὐνείους τοῦ Αὐνείους μητρὸς Ταποντῶτος ἐτῶν ἐφʼ οὗ οἱ βιβλιοφύλακες προσ εφώνησαν οὕτως· δηλοῦμεν διακεῖσθαι διὰ τοῦ διαστρώματος τῆς κώμης Παποντῶν Αὐνείους τοῦ Αὐνείους ἀγοραστὴν ἔχοντα ἐν ἀπογραφῇ ἐπὶ τοῦ ἔτους Δομιτιανοῦ ἐν κώμῃ Κερκεσούχων Ὄρους οἰκίαν καὶ αὐλὴν καὶ τὰ συγ κύροντα πάντα καὶ ὁ κωμογραμματεὺς ἐδήλωσεν ὁμοί ως τὸν προκείμενον πόρον μὴ εἶναι τοῦ προγεγραμμένου, ἀλλὰ ὁμωνύμου Παποντῶς νεωτέρου Αὐνείους τοῦ Αὐνεί ους μητρὸς Ταποντῶτος. δηλοῦμεν τὸν τῆς Κερκεσούχων Ὄρους κωμογραμματέα ὀφείλειν περὶ τούτου προσφωνεῖσθαιπροσφωνῆσθαι διὰ τὸ τὸ ὑπάρχον ἐκεῖ δεδηλῶσθαι. Ἡρακλείδης Κρονίωνος τοῦ Κρονίωνος μητρὸς Ταόρσεως ἐτῶν ϛ ἐφʼ οὗ οἱ βιβλιοφύλακες ἐδήλωσαν οὕτως· δηλοῦμεν διακεῖσθαι διὰ τοῦ διαστρώματος τῆς κώμης τῆς κώμης Ἡρακλῆς Κρονίωνος τοῦ Κρονίωνος ἀγοραστὴν ἐχοντα ἐν ἀπογραφῇ ἐπὶ τοῦ ιβ ἔτους Δομιτιανοῦ μέρος γῆς ἀμπελίτιδος ἀρουρῶν β, περὶ οὗ καὶ ὁ κω μογραμματεὺς ὁμοίως ἐδήλωσεν τὸν διακείμενον πόρον μὴ εἶναι τοῦ προγεγραμμένου ἀλλὰ ὁμωνύμου μητρὸς Σ δηλοῦμεν τὸ προκείμενον· μέρος γῆς ἀμπελίτιδος ἀρουρῶν β μὴ ὑπάρχειν τῷ ἀναγεγραμμένῳ ἀλλὰ ὁμωνύμῳ μητρὸς ΣSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.