no image
DDbDP-text
Bankquittung via HGV-meta
Linked by Trismegistos ID
TM 144.
Each record below describes this same ancient text from a different angle.
ἔτους ιθ Χοιὰχ ε τέτακται ἐπὶ τὴν ἐν Ἑρμώνθει τράπεζαν ἐφʼ ἧς Τεῶς βασιλεῖ εἰς τὸν ἴδιον λόγον κατὰ τὴν παρὰ Πρωτάρχου τοῦ ἐπὶ τῶν κατὰ τὴν Θηβαίδα προσόδων διαγραφὴν τὴν γραφεῖσαν ἔτους ιε Φαῶφι κθ, ὑφʼ ἣν ὑπογράφει Ἁρενδώτης ὁ βασιλικὸς γραμματεὺς τῆς Θηβαίδος Προῖτος Σωσικράτους τιμὴν γῆς ἠπείρου, ἧς διασαφεῖ Ἁρενδώτης ὁ βασιλικὸς γραμματεὺς ἀνειλῆφθαι εἰς τὸ βασιλικόν, οὖσαν δὲ πρότερον Μύρωνος τοῦ Μόσχου ἐν Παθύρει ἀρουρῶν λε ἀνὰπήχεων δ 𐅷 τῶν προτεθέντων εἰς πρᾶσιν καὶ προκηρυχθέντων ἐν Διὸς πόλει τῆι μεγάληι ἔτους ιε Φαῶφι ἀπὸ α ἕως ϛ, κυρωθέντων δὲ τῆι ζ συμπαρόντων ἐπί τε τῆς προκηρύξεως καὶ κυρώσεως Πτολεμαίου διαδόχου τοῦ πρὸς τῆι στρατηγίαι Μεγισθένους φρουράρχουφρουάρχου Ἁρενδώτου βασιλικοῦ γραμματέως τῆς Θηβαίδος, Λυσιμάχου σιτολόγου καὶ τραπεζίτου τῆς Θηβαίδος Πτολεμαίου οἰκονόμου, Ὥρου καὶὭρου Ψεναμούνιος τοπογραμματέων Ἰμούθου κωμογραμματέως Διὸς πόλεως καὶ ἄλλων πλειόνων διὰ κήρυκος Ἀρχελάου τῶν στρατοκηρύκων τοῦ εὑρίσκοντοςτὰς ἐπισταλείσασ χαλκοῦ πρὸς ἄργυρον δραχμὰς Β ἐφʼ ὧι κυριεύσει τῆς διασταλείσης γῆς καθὰ καὶ οἱ ἀρχαῖοι κύριοι ἐκέκτηντο εὐτακτῶν εἰς τὸ βασιλικὸνκατʼ ἔτοσ τὰ ἐπιγεγραμμένα ἐκφόρια καὶ εἰς τὰ ἱερὰ τελῶν διδόμενα μέχρι τοῦ ιϛ ἔτους, τῆς δὲ τιμῆς τάξεται τῶι κ ἔτει καὶ τῶιτ κα ἔτει δραχμὰς Ατλγ διώβολον τὰς λοιπάς, καὶ τέτακται νῦν χαλκοῦ πρὸς ἄργυρον δραχμὰς ἑξακοσίας ἑξήκοντα ἓξ τετρώβολον καὶ τὴν εἰκοστὴν τοῦ ἐγκυκλίου καὶ τὰ ἄλλατἆλλα τὰ καθήκοντα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.