no image
DDbDP-text
Linked by Trismegistos ID
TM 8950.
Each record below describes this same ancient text from a different angle.
ἀντίγραφον. ἐξ ἀναπομπῆς Πετρωνίου Μαμερτείνου ἐπάρχου Αἰγύπτου. ἔτους ιθ Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Μεχεὶρ ιζ ἐπὶ τῶν κατὰ Χεναλεξᾶν πρὸς Πετεσοῦχον καὶ Διονύσιον. Μένανδρος ὁ κριτὴς τοῖς διαδικαζομένοις εἶπεν· ὑπερεθέμην τὸ νῦν πρᾶγμα, ἐπεὶἐπὶ καθολικὸν ἦν, ἄχρι οὗ γράψω τῷ κρατίστῳ ἡγεμόνι εἰ καὶ αι Αἰγυπτίων υἱωνοῖς καὶ υἱδαῖς δέδοται τὰ μαμμῷα διὰ τῆς τοῦ κυρίου Ἁδριανοῦ Καίσαρος χάριτος. ἀναγνωσθή σεται οὖν ἡ ὑπʼ ἐμοῦ τῷ κρατίστῳ ἡγεμόνι γραφεῖσα ἐπιστολὴ καὶ ἡ ὑπὸ αὐτοῦ ἀντιγραφεῖσά μοι κελεύσας ἀμφοτέρας ἀναγνωσθῆναι τοῖς τε ὑπομνήμασι ἀναλημφθῆναι περιεχούσαςπεριεχων κατὰ λέξιν οὕτως· Πετρωνίῳ Μαμερτείνῳ τῷ κρατίστῳ ἡγεμόνι Μένανδρος γενό μενος βασιλικὸς γραμματεὺς Ἀρσινοείτου χαίρειν. Χεναλεξᾶς Ἀλεξάνδρου Αἰγυπτία τῷ διεληλυθότι διαλογισμῷ ἐδικάσατο ἐπὶ Ἡρακλείδου κριτοῦ πρὸς Πετεσοῦχον θεῖον ἑαυτῆς πρὸς πατρὸς καὶ Διονύσιον ἀνεψιὸν περὶ μαμμῴων ὑπαρχόντων, ὧν ἔλεγενἔλεγον εἰς τὸν πατέρα ἑαυτῆς ἀπὸ τῆς μητρὸς αὐτοῦ ἐληλυθέ ναι. ἐπεὶ δὲ οἱ περὶ τὸν Πετεσοῦχον διεβεβαιώσαντο ἐκεῖνονἐκεινους προ τετελευτηκέναι τῆς μητρὸς τῷ α ἔτει Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, αὐτὴ δὲ τῷ ιε ἔτει, τοῦτο ἀποδεῖξαι διὰ γραμμάτων ὑπέσχετο. ὑπερετέθη ἡ διάγνωσις εἰς τὴν ἀπόδειξιν, νῦν ἀναπεμφθεῖσαἀναπεμφθεντες ἐπʼ ἐμὲ πρὸς τοὺς αὐτοὺς ἠξίου προσφυγεῖν τῇ χάριτι τοῦ θεοῦ ἐπιφανεστάτου Αὐτοκράτορος καὶ Αἰγυπτίοις συνκεχωρημένου τὰ μαμμῷα κληρονομεῖν καὶ ἐπήνεγκε Γελλίου Βάσσου τοῦ κρατίστου ἐπιστρατήγου ἀπόφασιν κεκρικότος καὶ τοὺς τῶν παίδων παῖδας μετουσίαν ἔχειν τῆς τῶν μαμμῴων κληρονομίας, ἐγέ γραπτο δὲ διὰ τῆς ἀποφάσεως αὐτοῦ μετʼ ἄλλα οὕτως· ὅσα προσήγοντοπροσήγναντο πατρι κῶν περὶ τὸν προκείμενον ἀπὸ τῆς Εὐδαιμονίδος διαθήκης ἢ καθʼ ὅντινα τρόπον, ταῦτα μετεῖναι τοῖς ἐκείνου τέκνοις. ζητουμένου οὖν καὶ τούτου εἰ τετελευτηκυίας τῆς μάμμης αὐτῆς ἀδιαθέτου πρὸ θ ἔτους τῆς τοῦ Αὐτοκράτορος χάριτος λήμψεται ἡ υἱδὴς τὴν τοῦ πατρὸς μοῖραν, γράφω σοι, ἡγεμών μου, ἵνα τὸ δόξαν κελεύσῃς γενέσθαι. ἐρρῶσθαί σε εὔχομαι, ἡγεμὼν κύριε. ἔτους ιθ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεχεὶρ ιδ. πρὸς ἣν ἀντεγράφη· Πετρώνιος Μαμερτεῖνος Μενάνδρῳ γενομένῳ βασιλικῷ γραμματεῖ Πολέμωνος μερίδος χαίρειν. εἰ μηδὲν ἐκρίθη μέχρι τούτου Χεναλεξᾶτος καὶ Πετεσούχου δι πρὸς πατρὸς θείου καὶ Διονυσίου ἀνεψιοῦ περὶ τῶν μαμμῴων αὐτῆς ὑπαρχόντων, προσήκει σε ἀκολούθως τοῖς τοῦ κυρίου γράμμασιν Χεναλεξᾶ τὸτῶν πατρῷονπατρῷων μέρος ὃ περιὼν ἂν ὁ πατὴρ αὐτῆς ἔλαβεν προσκρίνειν. ἔρρωσο. ἔτους ιθ Μεχεὶρ ιδ, ἀπεφήνατο· Θεναλεξᾷ τὸ πατρῷον μέρος ὃ περιὼν ἂν ὁ πατὴρ αὐτῆς ἔλαβεν προσήκειν δοκεῖ ἀκολούθως τοῖς ὑπὸ τοῦ κρατίστου ἡγεμόνος γραφεῖσι. Ἀσκληπιάδης ῥήτωρ· τὰς προσόδους ταύτῃ τῶν χρόνων ὧν ἐπεκρά τησαν οὗτοι ἀποδότωσαν. τῶν περὶ Πετεσοῦχον λεγόντων ἑαυτο.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.