no image
DDbDP-text
Décision judiciaire via HGV-meta
Linked by Trismegistos ID
TM 23476.
Each record below describes this same ancient text from a different angle.
ἀντίγραφον ὑπομνηματισμοῦ ἔτους ζ θεοῦ Τραιανοῦ Παῦνι· Ἀκύλος ὁ κατασταθεὶς κριτὴς μεσίτης Ἀπολλωνίου Ἡρακλείου πρὸς Διονύσιον Ἀπολλωνίου· ἐξ ὧν ἤκουσα, ἀπεφηνάμην, ἀρούρας ια ἀγορασθῆναι παρὰ Κλαυδίας Εὐδαιμονίδος καὶ ἀρούρας ια ἀγορασθῆναι παρὰ Δημητρίου καὶ ἀρούρας κδ παρὰ Ἑρμαίου καὶ ἀρούρας δ παρὰ Ἡρωδίωνος καὶ Σωτηρείχου καὶ Θέωνος καὶ ἀρούρας ιδ 𐅵 παρὰ Κλαυδίας Εὐδαιμονίδος καὶ ἀρούρας ια παρὰ τῆς αὐτῆς καὶ ἀρούρας ιγ 𐅵 παρὰ Δημητρίας καὶ ἀρούρας α η ιϛ παρὰ Μενε λάου καὶ ἀρούρας ια 𐅵 παρὰ Ὠριγένους· ἃς ὠνησά μενος Ἀπολλώνιος, Διονυσίου μὲν πατὴρ πάππος δὲ Ἀπολλωνίου, ἐποί ησεν τὰς ὠνὰς ἐπὶ τῷ Διονυσίου τοῦ υἱοῦ ὀνόματι, μετὰ τὸν τῆς συμφω νίας χρόνον τῆς γενομένης μετα ξὺ αὐτοῦ καὶ Ἰσιδώρας τῆς καὶ Τατρείφιος πρὸς Λαοδίκην τὴν Ἀπολλωνίου τῷ ζ ἔτει Δομιτιανοῦ· φαίνονται εἶναι κοιναὶ Διονυσίου τοῦ Ἀπολλωνίου καὶ Ἀπολλωνίου τοῦ Ἡρακλείου· ὁμοίως δὲ τὰ σώματα Ἁρμᾶτυς ὈρτυγᾶςἉρτυσᾶς Ὡρίσας Εὐήμερος Ἡρακλᾶς Ἑρμαῖος, ἀγορασθέν τα τὸν αὐτὸν τρόπον, κοινὰκοιναι εἶναι αὐ τῶν φαίνεται· ὁμοίως τάλαντον τὸ δανεισθὲνδανισθὲν ἐκ τῶν Ἀπολλωνίου τοῦ πάππου, χρησθὲν εἰς τὸ Διονυσίου ὄνομα χρεωστῇ Ἑρμαίῳ νεωτέρῳ, φαίνεται τῶν αὐτῶν κοινὸν εἶναι· περὶ μὲν γὰρ τῶν τῆς μητρῴας οὐσίας προσόδων τῆς κατελθού σης εἰς Ἀπολλώνιον ἩρακλείουἩρακλείδου οὐδὲν ἠδυνήθην στῆσαι διὰ τὸ ἀμφοτέροις τοῖς μέρεσι ὁ μολογεῖσθαι μὴ εἶναι ἐνθάδε τοὺς περὶ αὐτῶν λόγους. Φῖβις Κάστορος ἐπιδέδωκα καὶ διώμοσα τὸν ὅρκον κατὰ τὸν νόμον. Ἀπύγχεως ἔγραψα ὑπὲρ αὐτοῦ βραδέως γράφοντοςγραφοντα Φῖβις Κάστορος ἠξίωσα αὐτόνἠξίωσα vestiges νSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.