no image
DDbDP-text
Σελεύκωι συγγενεῖ καὶ στρατηγῶι καὶ ἐπὶ τῶν προσόδων παρὰ Πτολεμαίου τοῦ Ἐπινίκου δεσμοφύλακος τοῦ ἐν Φνεβιεῖ δεσ μωτηρίου. γεγεωργηκότος μου ἐν τῷ ἐνεστῶτι λ τῶι καὶ α ἔτει ἀπὸ τῆς πρότερον Ἀπικκίου προσ όδου περὶ Φνεβιέα ἐν τῶι πρό τερον Ἀγελάου κλήρωι ἀρούρας θ ἐκφορίου τοῦ σταθέντος ἑκάστης ἀρούρας φακοῦ ἀρτάβας ε παρὰ Σωτέλους προῆγμαι τὴν τοῦ ὑπομνήματος ἐπί δοσιν ποιήσασθαι. ἀξιῶ ἐὰν φαίνηται συντάξαι γράψαι Ἡρα κλείδηι τῶι μεριδάρχηι κομισά μενον τὸ προκείμενον τῶν ἐκφορί ων κεφάλαιον μὴ παρενοχλεῖν με, ἵνʼ ὦ τετευχὼς τῆς παρὰ σοῦ βοηθείαςβοηθήας. εὐτύχειSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.