no image
DDbDP-text
π συμπροοῦ κατὰ τὸν παρὰ Διονυσίου τοῦ συγγενοῦς καὶ στρατηγοῦ καὶ ἐπὶ τῶν προσόδων χρηματισμὸν ἀπὸ προσόδων τοῦ ιθ ἔτους τοῖς σπόρου τὰ κατʼ ἔτος ἐπιστελλό μενα καὶ διὰ τῶν διαγραφῶν τοῦ αὐτοῦ χαλκοῦ τάλαντα ι, γίνεται τάλαντα ι, καὶ σύμβολα καὶ ἀντισύμβολα ποίησαι πρὸς αὐτοὺς ὡς καθήκει. πρτων συμπροοῦ κατὰ τὸν παρὰ Διονυσίου τοῦ συγγενοῦς καὶ στρατηγοῦ καὶ ἐπὶ τῶν προσόδων χρηματισμὸν Ὥρωι Θοτομνᾶτος ἱερακοβοσκῶι τοῦ ἐν τῶι ἐν Ἡρακλέους πόλει ἱερῶι ἱερακείου εἰς τροφὴν καὶ τὴν ἄλλην ἐπιμέλειαν τῶν ἱεράκων τὰς ὑποκειμένας καὶ ἕως τοῦ ιζ ἔτους προειμένας πυροῦ δοχικῷ ἀρτάβας πεντήκοντα γείνονται πυροῦ δοχικῷ ν, καὶ σύμβολα καὶ ἀντισύμβολα ποίησαι πρὸς αὐτοὺς ὡς καθήκει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.