no image
DDbDP-text
Διονύσιος Πανίσκωι χαίρειν. τοῦ πρὸς Ἡρακλείδην τὸν σιτολόγον χρηματισμοῦ ἀντίγραφον ὑπόκειται. ἔρρωσο. ἔτους ιη Ἡρακλείδῃ τοῦ παρʼ Ἀθηναίου τοῦ συγγενοῦς καὶ διοικητοῦ χρηματισμοῦ ἀντίγραφον ὑπόκειται. κατακολουθήσας οὖν μέτρησον συνεπιστέλλοντος Πανίσκου τοῦ βασιλικοῦ γραμματέως τοῖς τῶν λειτουργῶν τῶν τεταγμένων τῶι διοικητῆι ἐκ τοῦ θαλασσίου στόλου πληρωμάτων τὴν καθήκουσαν αὐτοῖς τροφὴν τῆς ἀπὸ τοῦ ιη ἔτους ἕως τοῦ ιθ ἔτους ἑνδεκαμήνου τοῦ μηνὸς πυροῦ ἀρτάβας υκδ ἑνδεκαμήνου τὰς συναγομένας πυροῦ ἀρταβῶν μυριάδας δ Ϛψμ καὶ σύμβολα καὶ ἀντισύμβολα ποίησαι πρὸς αὐτοὺς ὡς καθήκει. Ἀθήναιος Διονυσίωι χαίρειν. ἐ τῶν λειτουργῶν τῶν τεταγμένων μοι ἐκ τοῦ θαλασσίου στόλου πληρωμάτων, ὧν τὸ κατὰ πλοῖον ὑπόκειται, καθήκειν αὐτοῖς ἀπὸ τοῦ ιη ἔτους ἕως ο τοῦ ιθ ἔτους ἑνδεκαμήνου τοῦ μηνὸς πυροῦ ἀνηλωτικῷ ἀρτάβας υκδ τὰ συναγόμενα πυροῦ ἀρταβῶν μυριάδας δ Ϛψ ἀφράκτωνἀφρακτου· τριηράρχου Χαρισανδραγάθου καὶ Εὐνόμου Ναυκρατιτῶν Σαραπίωνος καὶ Μηνοδότου Κανωπιτῶν Δικρότων πληρωμάτων Ἑρμίου ρκ, Ἱέρακος ρο Δημο τοῦ Σαραπίωνος ρμβ, Θεοδέκτου καὶ Αἰτι Νουμηνίου ρν, Ἀθηναγόρου ρκη, Ἀφροδισίου καὶ ἄλλων ρμη, Ἀρτέμωνος ο Ζηνίωνος τοῦ Πάπου ρλη 𐅵 μονοκρότων· Ποσειδωνίου καὶ Ζήνωνος ϛ Μεννέου καὶ Ἑρμαίου λβ, Ἐπιγένου λη, Ἱέρακος λε, Θεογείτονος κβ, Ζήνωνος Διονυσίου καὶ Μώζου μδ, Κρατέρου καὶ Νικολάου μ, Πρωτάρχου καὶ Φιλοξένου γ Διογένου καὶ Μενελάου λδ, Ἀθηναγόρου καὶ Ἀγαθοκλέους ϙδ Θρακίδου ω, ἈπολλωνίουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.