no image
DDbDP-text
Μηνόφιλος γραμματεὺς βυβλιαφόρων Βῆτι τῶι παρʼ Ἁρυώτου τοῦ βασιλικοῦ γραμματέως χαίρειν. ὁμολογῶ μεμετρῆσ θαι διὰ σοῦ παρὰ Πτολεμαίου τοῦ σιτολογοῦντος τὴν πρὸς ἥλιον τοπαρχίαν τὸ γινόμενον μέτρημα τοῖς ἐν τῶι Ὀξυρυγ χίτηι βυβλιαφόροις εἰς μῆνας Παχὼν καὶ Παῦνι τοῦ ζ ἔτους τὰς λοιπὰς πυρῶν ἀρτάβας ἑξήκοντα πέντε καὶ πρόδομα εἰς Ἐπεὶφ πυρῶν ἀρτάβας εἴκοσι δύο τὰς πάσας πυρῶν ἀρτάβας ὀγδοήκοντα ἑπτὰ γίνονται πυρῶν ἀρτάβαι πζ. Παῦνι ιγSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.