no image
DDbDP-text
Stiftung für einen Tempel via HGV-meta
Linked by Trismegistos ID
TM 18652.
Each record below describes this same ancient text from a different angle.
Αὐνῆς τοπογραμματεὺς τῶν περὶ Βουσῖριν τοῖς ἀπʼ Ὀννέους ἱερεῦσι τοῦ Μένδητος καὶ Ἄμμωνος καὶ Χώνσιος καὶ Ἁρποχράτου θεῶνθῶν μεγίστων χαίρειν. ὁμολογῶὁμολογῶι μετρήσειν ὑμῖνὑμεῖν ἀπὸ τοῦ ιβ ἔτους κατʼ ἐνιαυτὸν ἀπὸ τοῦ τῆς ἀσχολίας λόγου τὰς ἀνιερωμένας ὑπʼ ἐμοῦ εἰς τὸ ἀρτοκόπιον τοῦ προκειμένου ἱεροῦ ὀλυρῶν ἀρτάβας δέκα τρεῖς , ὧν κατὰ μῆνα ἕκαστον ἀρτάβην μίαν καὶ εἰς τὰς Ἐπαγομένας πέντε τὴν λοιπὴν ἀρτάβην μίαν , ὥστʼ εἶναι τὰς προκειμένας ἀρτάβας δέκα τρεῖς , ὅπως ὑπάρχηι τῶι ἱερῶι εἰς τὸν ἅπαντα χρόνον τό δηλούμενον φιλάνθρωπον, ἐφʼ ᾧ διαθήσει κατὰ νουμηνίαν ἑκάστην τῶι τοπογραμματεῖ ἐν Θαλ καρει κύλληστιν εἰς τὸν ἀεὶ χρόνον. ἔτους ιβ Παχὼν κα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.