no image
DDbDP-text
Abzahlung eines Eranos - Darlehens, Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18578.
Each record below describes this same ancient text from a different angle.
Πρωτάρχωι παρὰ Τρύφωνος τοῦ Πτολεμαίου προστάτου ἐράνων καὶ παρὰ Λυσιμάχου τοῦ Θεοδότου καὶ τῆς γυναικὸς Μαρίου τῆς Ἰσάκιος καὶ Τρύφωνος τοῦ Θεοδότου τῶν τριῶν Περσῶν μετὰ κυρίου τῆς Μαρίου τοῦ ἀνδρόςἈντάνδρου. ὃ καταφέρουσιν ὄνομα ἓν ἐράνου δεκαδράχμου ληρου, ὃ ἑκατὸν καὶ μ ἦν , οὗ ἡ ἀρχὴ ἀπὸ Φαμενὼθ τοῦ κ ἔτους Καίσαρος, συγχωροῦσιν προφέρεσθαι, οἱ δερυαι διὰ χειρὸς δραχμὰς ρμ καὶ προ ἐπὶ τοὺς λοιποὺς μῆνας ιγ ἀπὸ Φαρμοῦθι τοῦ αὐτοῦ ἔτους τὰς κατὰ μῆνα δραχμὰς ι μηδένα μῆνα κοιλοποιούμενοι ἢ ἐφʼ οὗ ἐὰν μηνὸς μὴ διορθώσωνται τὰς κατὰ μῆνα δραχμὰς ι ἐκτῖσαι ἐντὸς τοῦ χρόνου τὸ ἐνοφειληθησόμενον σὺν ἡμιολίαι τοῦ δʼ ὑπερπεσόντος χρόνου τόκους διδραχμῶν τῆς πράξεως γεινομένης τῷ Τρύφωνι ἔκ τε αὐτῶν ὄντων ἀλληλεγγύων εἰς ἔκ τισιν καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἱρῆται καθάπερ ἐκ δίκης Λυσίμαχος Θεοδότου Μάριον Ἰσάκιος καὶ Τρύφων Θεοδότου ἔρανοςἔρανοι δραχμῶν ι ἀπὸ Φαμενὼθ ιδ ἐπὶ λοιποὺς μῆνας ιγ ἀπὸ Φαρμοῦθι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.