no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 20157.
Each record below describes this same ancient text from a different angle.
ἀντίγραφον διαγραφῆς ἀπὸ τῆς τῆς Φίλου τοῦ καὶ Ἰσιδώρου τραπέζης ἔτους ἕκτουἑβδόμου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γέρμανικοῦ Δακικοῦ μηνὸς Νέου Σεβαστοῦ Ὡρίων Σαταβοῦτος καὶ Σαραπίων Ἀμμωνίου καὶ Πόπλιος Φάβιος Διονύσιος καὶ Πανομγεὺς Στοτοήτιος καὶ Στοτοῆτις Ἐριέως καὶ Πακῦσις Ἐριέως, Στοτοῆτις Πετεσούχου καὶ Στοτοῆτις Ψενήσεως, οἱ ὀκτὼ Ἀμμωνίῳ Ἥρωνος ἀπέχειν αὐτὸν τὰς ἴσας ὧν ὠφειλήκασι κατὰ διαγραφὴν τῆς Φίλου τραπέζης, ἣν καὶ ἀναδέδωκεν αὐτοῖς εἰς ἀκύ ρωσιν, ἀργυρίου δραχμὰς τετρακο σίας τεσσαράκοντα γίνονται δραχμαὶ υμ, καὶ μηδὲν αὐτοῖς ἐνκαλεῖν περὶ μηδενὸς ἁπλῶς πράγματος ἐγγρά πτου ἀγράφου μέχρι τῆς ἐνεστώ σης ἡμέρας τρόπῳ μηδενί, ἀκύρου οὔσης, ἧς ἐξέδοτο αὐτοῖς ὁ προγεγραμμένος τοῦ Ἀμμωνίου πατὴρ Ἥρων ἑτέρας ἀποχῆς. Ἀμμώνιος Ἥρωνος ἀπέχω παρὰ τῶν προγεγραμμένων τὰς τοῦ ἀργυρίου δραχμὰς τετρακοσίας τεσσαράκοντα , ἃς ἔδωκάν μοι κατὰ διαγραφὴν τῆς Φίλου τραπέζης Ἀγορᾶς Ἱματίων, ἣν καὶ ἀνα δέδωκα εἰςἰς ἀκύρωσιν καὶ οὐδὲν αὐτοῖς ἐνκαλῶ περὶ μηδενὸς ἁπλῶς πράγ ματος μέχρι τῆς ἐνεστώσης ἡμέρας ἀκύρου οὔσης, ἧς ἐξέδοτο αὐτοῖς ὁ προγεγραμμένος μου πατὴρ ἐν γράφου ἀποχῆς καθὼς πρόκιται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.