no image
DDbDP-text
τῇ εὐγενεστάτῃ Ἡρᾶι Φοιβάμμωνος ἀπὸ Ἑρμοῦ πόλεως Πέτρος λογογράφος μερίδος Διοσκορίδουμερίδος χαίρειν. πεπλήρωμαι παρὰ σοῦ ὑπὲρ τοῦ πέμπου μέρους τῶν νομισματίων δ παρὰ κεράτια τῶν χρεωστουμένων μοι παρὰ τοῦ μακαρίτου σου ἀδελφοῦ Σαραπίωνος ὑπὲρ τῶν δημοσίων αὐτοῦ ὑπὲρ τῶν παρελθόντων χρόνων μέχρι ια ἰνδικτιῶνος καὶ αὐτῆς, τουτέστιν χρυσοῦ νομισμάτιον α παρὰ κεράτια ϛ, καὶμόνα, μηδένα λόγον ἔχω πρὸς σὲ περὶ τούτου καὶ πρὸς σὴν ἀσφάλειαν τοῦτό σοι πεποίημαι τὸ ἐντάγιον μεθʼ ὑπογραφῆς ἐμῆς ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.