no image
DDbDP-text
Declaration of Sheep and Goats via HGV-meta
Linked by Trismegistos ID
TM 23306.
Each record below describes this same ancient text from a different angle.
Φνεβιέως ἔσχον ἔτους ιζ Καίσαρος Μεχεὶρ ι ἨρακλείδηιἩρακλίδῃ καὶ Ἀπολλωνίωι τοῖς παρ’ Εἰρηναίου τοῦ πρὸς τῷ ἐννομίῳ τοῦ Ἡρακλεοπολίτου τὸ ἑπτακαι δέκατον ἔτος Καίσαρος παρὰ Ἀπολλ τοῦ Οασσας προεστῶτος τῶν Ἡρακλείου τοῦ Σιμαρίστου τῶν ἀπὸ Φνεβιέως ἀπογράφομαι εἰς τὸ προκείμενον ἑπτακαιδέκατον ἔτος Καίσαρος τὰ ὑπάρ χοντά μοι πρόβατα τέλεια σύνμεικτα διακόσια ἑξήκοντα ὀκτὼ καὶ τοὺς ἐπακολουθοῦντας ἐπετήους ἄρνας καὶ αἶγας δεκαεπτὰ καὶ ἐρείφους καὶ Ἡρακλείδου τοῦ Ἡρακλείδου τες ἐπιμεμιγμένας τοῖς ἐμοῖς προβ άτοις πρόβατα τέλεια ἐννέα σὺν ἀρνάσι ὥστʼ εἶναι τὸ πᾶν πρόβατα νεμόμενα καὶ ποτιζόμενα καὶ αὐ λιζόμενα περί Φνεβιέα καὶ διʼ ὅλου τοῦ νομοῦ. ἀξιῶ ἐὰν φαίνηται καταχωρίσαι τὴν ἀπογραφὴν ὡς καθήκει. εὐτυχεῖτεSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.