no image
DDbDP-text
ὑπὲρ τοῦ κλήρου εἰς τὸ βασι λικὸν, ὑπολογείτωσαν εἰς τὰ ἐκφόρια καὶ ἡ πρᾶξις ἔστω Ἀριστο λόχωι παρὰ Κεφάλωνος καὶ Ἀλεξάνδρου πράσσοντι κατὰ τὸ διά γραμμα. κυριευέτω δὲ Ἀριστόλοχος τῶν καρπῶν ἕως ἂν τὰ αὑτοῦ κομίσηται. βεβαιούτω δὲ Ἀριστόλοχος Κεφάλωνι καὶ Ἀλεξάνδρωι τὸν κλῆρον καὶ τοὺς κατασπαρέντας ἐν αὐτῶι καρποὺς καθʼ ἃ μεμίσθωκεν, ἐὰν δὲ μὴ βεβαιώσῃ κατὰ τὰ γεγραμμένα, ἀποτει σάτω Κεφάλωνι καὶ Ἀλεξάνδρωι ἐπίτιμον ἀργυρίου δραχμὰς ἐὰν μή τι βασιλικὸν κώλυμα γένηται. ἡ δὲ συγγραφὴ ἥδε κυ ρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρεςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.