no image
DDbDP-text
Declaration on Oath via HGV-meta
Linked by Trismegistos ID
TM 21618.
Each record below describes this same ancient text from a different angle.
Πετρωνίῳ Διονυσίῳ στρατηγῷ Ὧρος Ὥρου τοῦ Τοτοέως μητρὸς Τετσοραδος ἀπὸ κώμης Ψώβθεως κάτω. ὀμνύωὀμνύωι Αὐτοκράτορα Καίσαρα Τίτον Αἴλιον Ἁδριανὸν Ἀντωνεῖνον Σεβαστὸν Εὐσεβῆ ἑκουσίως ἐν γυᾶσθαι Διονύσιον Εὐτύχου μητρὸς Τααμοῦτος ἀπʼ Ὀξυρύγχων πόλεως καταγεινόμενον ἐν τῇ αὐτῇ Ψώβθει γενάμενον ἐπίπλοον ὃν καὶ παρέξομαι ἐμ φανῆ ὁπηνίκα ἐὰν ἐπιζητῆται ἐκτὸς παντὸς ἀσύλου τόπου σκέπης πάσης ἢ ὑφέ ξομαι τὸν ὑπὲρ αὐτοῦ λόγον ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους β ΑὐτοκράτοροςΑὐτοράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Ἁδριανοῦ κα. Ὧρος Ὥρου τοῦ Τοτοέ ως ὀμώμεκα τὸν ὅρκον καὶ ἐνγυῶμαι τὸν Διονύ σιον ὡς πρόκιται. Θωνᾶς ὁ καὶ Θεωνᾶς Ὀρτου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰ δότος γράμματα. ὩρSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.