no image
DDbDP-text
Priest’s Receipt for Salary via HGV-meta
Linked by Trismegistos ID
TM 17917.
Each record below describes this same ancient text from a different angle.
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν. ὑπατείαςὑπατίας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους ιε, Παχὼν ι, ἰνδικτίωνος α. Φλαουίῳ Στρατηγίῳ τῷ πανευφήμῳ καὶ ὑπερφυεστάτῳ ὑπάτῳ γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ σοῦ Φλαουίου Ἀπολλῶ τοῦ μεγαλοπρεπεστάτου κόμετος καὶ διοικητοῦ αὐτοῦ. Γεώργιος πρεσβύτερος τῆς ἁγίας ἐκκλησίας καὶ οἰκονόμος τῆς ἁγίας ἐκκλησίας Ἀλεξάνδρας ἔσχον παρὰ τῆς ὑμῶν ὑπερφυείας διὰ τῶν αὐτῇ προσηκόντων ἐκ τοῦ ἐμοῦ ὀψωνίου ἐξ ἔθους διδομένου ὑπὲρ τῆς ἁγίας προσφορᾶς ὑπὲρ τῆς ἐμβολῆς δευτέρας ἐπινεμήσεως σίτου καγκέλλῳ ἀρτάβας ἕνδεκα, τὰς καὶ δοθείσας μοι μ Παμουθίου προνοητοῦ Ἁρποκρᾶ, γίνονται σίτου καγκέλλῳ ἀρτάβαι ια, καὶ πρὸς ἀπόδειξιν τῆς ὑποδοχῆς ταύτην πεποίημαι τὴν ἀπόδειξιν, ἥτις κυρία οὖσα ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Γεώργιος ἐλέῳ θεοῦ πρεσβύτερος καὶ οἰκονόμος τῆς ἁγίας Ἀλεξάνδρας στοιχεῖστιχῖ μοιμε ἡ ἀπόδειξιςἀπόδιξις τῶν ια ἀρταβῶν τοῦ σίτου ὡς πρόκειται. di emu Helia eteliothh ἀπόδειξις Γεωργίου πρεσβυτέρου ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.