no image
DDbDP-text
Application for a Loan of Seed Corn via HGV-meta
Linked by Trismegistos ID
TM 15634.
Each record below describes this same ancient text from a different angle.
μο τοῦ ἐξηγητεύσαντι αἱρεθεῖσι ἐπὶ κατασπορᾶς καὶ ἀνα δόσεως σπερμάτων χωρούντων εἰς τὴν τοῦ ἐνεστῶτος ϛ ἔτους κατασπορὰν παρὰ Ἰσχυρίωνος Ἡραδίωνος τοῦ Ἰσχυρίωνος ἀπʼ Ὀξυρύγχων πόλεως. αἰτοῦμαι παραμε τρηθῆναι παρʼ ὑμῶν εἰς σπέρματα δάνεια πυροῦ γενήματος τοῦ διελθόντος ε ἔτους εἰς τὴν τοῦ ἐνεστῶτος ϛ ἔτους κατασπορὰν, κατὰ τὰ δόξαντα Αἰμιλλίω Σατουρνείνῳ τῷ λαμπροτάτῳ ἡγεμόνι, ἧς γεωργῶ περὶ Θῶλθιν Θμοισεφὼ ἐκ τοῦ γενους καὶ ἄλλων κλήρου βασιλικῆς ἄρουρας κϛ ιζ ἀρτάβας κϛ ιϛ, ἅσπερ κοκκολογήσας ἀπὸ κριθῆς καὶ αἴρης καταθήσω εἰς τὴν γῆν ὑγιῶς καὶ πιστῶς ἐπακολουθούντων τῶν εἰς τοῦτο προκεχειρισμένων ἐπὶ κατασπορὰν καὶ ὧν ἄλλων προσήκει κατʼ ἐνκέλευσιν τοῦ λαμπροτάτου ἡγεμόνος Αἰμιλλίου Σατουρνείνου καὶ ἐκ νέων ἀποδώσω σὺν τοῖς ἑπομένοις ἅμα τοῖς τῆς γῆς τελέσμασι τοῦ ἐνεστῶτος ϛ ἔτους, καὶ ὀμνύω τὴν Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Καίσαρος ἀποδεδειγμένου Αὐτοκράτορος τύχην μὴ ἐψεῦσθαι. Ἰσχυρίων Ἡραδίωνος ἐπιδέδωκα καὶ ἀποδώσω ἐκ νέων ὡς πρόκειται. Ἰσίδωρος Ἰσι δώρου τοῦ Ἡρακλείδου Σωσικόσμιος ὁ καὶ Ἀλθαιεὺς ἐνγυῶμαι τὸν προγεγραμμένον εἰς ἔκτισιν ὡς πρόκειται. ς κολ υ ιϛ γρα Ἰσχυρίων Ἡραδίωνος καSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.