no image
DDbDP-text
τὸν καὶ τόν, πατρὸς τοῦ καὶ τοῦ, κατῳκοδομηκέναι ψιλόν τι οἰ κόπεδον, τοῦτο δὲ φῇ αὑτοῦ εἶναι καὶ τοῦ πατρὸς αὑτοῦ, ὃς ἐώνηται αὐτὸ κατὰ συνγραφήν, ὁ δὲ καταβοηθεὶς φῇ ὡς τοῦτο αὑτοῦ εἶναι καὶ τοῦ πατρὸς αὑτοῦ καὶ ἠγορακέναι κατὰ συγγρα φήν, ἐπερωτῶσι οἱ δικασταὶ τὸν καταβοηθέντα εἰ ἀξιοῖ αὐτὸς ἐπιδεῖξαι ὡς εἶναι τὸ οἰκόπεδον αὑτοῦ καὶ τοῦ πα τρός, ὃς ἐώνηται αὐτὸ κατὰ συνγραφήν, ἢ τὸν καταβο ήσαντα καθάπερ προγέγραπται. ὡς ἂν τῷ καταβοηθέντι δοκῇ ἐπιχωρεῖται αὐτῷ καὶ ἐπιδείξαντος νγραι αὐτῷ ὁ καταβοηθείς ἐὰν δὲ ὁ καταβοηθεὶς ὁμολογήσας ἐπιδείξειν μὴ ἐπιδείξῃ, συγ χωρεῖται ἡ οἰκία τῷ καταβοήσαντι καὶ γράφεται αὐτῷ ὁ καταβο ηθεὶς συνγραφὴν ἀποστασίου. ἐὰν δὲ ὁ ἡσσηθεὶς βούληται καθελεῖν τὴν οἰκίαν ἣν αὐτὸς ᾠ κοδόμησε ἐννν τῷ οἰκοπέδῳ καὶ ἀπενέγκασθαι τὰ οἰκοδομηθέ ντα, ἐπιχωρεῖται αὐτῷ λύειν αὑτὸν ἀπενεγκάμενον τὰ οἰκοδομηθέντα. ἐὰν δὲ ὁ καταβοηθεὶς ἀξιώσῃ τὸν καταβοήσαντα ἐπιδεῖ ξαι ὡς ἔστιν αὑτοῦ τὸ οἰκόπεδον, προστάσσουσι αὐτῷ οἱ δικασταὶ ἐπιδεικνύναι, καὶ ἐὰνκαν ἐπιδειξῃ, συγχωρεῖται αὐ τῷ ἡ οἰκία. ἐὰν δὲ ὁ καταβοηθείς α συνχ τοιχο ἐὰν δὲ μὴ τύχῃ ἡ οἰκία ἐὰν δὲ μὴ τύχῃ ἡ οἰκία οὖσα ἐν τῇ αὐτῇ πόλει ἐν ᾗ οἱ δικασ ταὶ διατρίβουσιδιατρειβουσι, ἐπιδεικνύναι δεῖ τοὺς κρινομένουςκρεινομενους πε ρὶ τοῦ τοίχου καθάπερ ἐπὶ τῶν οἰκιῶν γέγραπται. ἐὰν δέ τις καταβοήσῃ κατά τινος περὶ ῥύμης, φάμενος αὐ τὴν εἶναι τῆς ἑαυτοῦ οἰκίας, ὁ δὲ καταβοηθεὶς φῇ ὡς ταύτην εἶ ναι τὴν ῥύμην τῆς ἑαυτοῦ οἰκίας, τοὺς τοιούτους διακρίνεσθαι δεῖ κατὰ τὰ ἄνω γεγραμμένα. ἐὰν δέ τις καταβοήσῃ κατά τινος, φάμενος τὴν χολέδραν τῆς οἰκίας τοῦ ἀντιδίκου καταρραίνειν τὴν ἑαυτοῦ οἰκίαν τῷ ἀπορρέοντι ὕδατι, περὶ τῶν τοιούτων ἐπισκοποῦσι οἱ δικασταὶ ἐγχέοντεςενχεοντες ὕδωρ εἰς τὴν χολέδρανχολετραν. ἐὰν δέ τι ῥαίνῃ τὴν οἰκίαν τοῦ καταβοήσαντος, ἀποτέμνου σι ἀπὸ τῆς χολέδραςχολετρας ἕως ἂν μηκέτι ῥαίνῃ. ἐὰν δέ τις καταβοήσῃ κατά τινος, φάμενος αὐτὸν τὴν θύραν τῆς ἑαυτοῦ οἰκίας ἀνεῳχέναι εἰς τὸ αὐτοῦ οἰκό πεδον, ἐὰν μὴ εὑρεθῇ ἐν τῷ τόπῳ τούτῳ ἐν ᾧ ἀνέῳ χε τὴν θύραν ἴδιον οἰκόπεδον ὑπάρχον τῷτων ἀντιδί κῳ, ἀναγκάζεται ἀνοικοδομεῖν τὴν θύραν ἣν ανέῳχε. ἐὰν δέ τις καταβοήσῃ κατά τινος, φάμενος αὐτὸν ὑπο ρύξαι ὑπὸ τὴν αὐτοῦ οἰκίαν καὶ ποιῆσαι αὐτὴν πεσεῖ ν, προστάσσεται τῷ καταβοηθέντι ὀμόσαι τῷ καταβοήσα ντι εἶ μὴν ὅτι οὐ πονηρεύεσθαι πρὸς τὸ πεσεῖνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.