no image
DDbDP-text
Letter of a Strategus via HGV-meta
Linked by Trismegistos ID
TM 16003.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίοις Φλαβιανῷ, διασημοτάτῳ, καὶ Διονυσοδώρῳ, κρατίστῳ, ἐφεστῶσι τοῖς κατὰ Πτολεμαΐδα δημοσίοις ἀρτοκοπίοις, Σεπτίμιος Κράτερος, στρατηγὸς Λυκοπολίτου, χαίρειν. ἀνηνέχθησαν καὶ νῦν διὰ κτηνῶν εἰς τὴν παρʼ ὑμῖν γινομένην στρα τιωτικὴν ἀρτοποιίαν διὰ Λυκαρίω νος Ἀνουβίωνος ἀνακομιστοῦ πυροῦ ἀρτάβαι τριακόσιαι δώδεκα καὶ ἵνʼ εἰδῆτε ἐπιστέλλω ὑμῖν, φίλ τατοι. ἐρρῶσθαι ὑμᾶς εὔχομαι. διὰ βοηθοῦ. Αὐρηλίοις Φλαβιανῷ καὶ Διονυσοδώρῳ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.