no image
DDbDP-text
Letter of Aquila to Sarapion via HGV-meta
Linked by Trismegistos ID
TM 30336.
Each record below describes this same ancient text from a different angle.
Ἀκύλας Σαραπίωνι χαίρειν. κομισάμενός σου τὰ γράμ ματα πάνυ ἥσθην. ᾗ μάλιστα ὁ ἡμέτερος Καλλίνεικος ἐμαρ τύρει περὶ τῆς διαίτης σου ἧς ποιῇ καὶ ἐν τοιούτοις ὢν πράγμασιν, μάλιστα μὴ ἀφιστάμενος τῆς ἀσκήσεως. ἄξιον οὖν ἐστιν ἐπαινεῖν ἑ αυτούς, οὐχ ὅτι ποιοῦμεν ταῦ τα ἀλλὰ ὅτι μὴ ἐξαγόμεθα ὑφʼ ἑαυτῶν· ἀνδραγάθει οὖν καὶ τὰ λοιπὰ ἐπιτέλεσον ὡς ἀνὴρ ἀγαθός, καὶ μή σε ταρασσέτω ἢ πλοῦτος ἢ ὥρα ἢ ἄλλο τι τῶν τοιούτωντοιουντων, ὡς οὐδὲν ὄφελός ἐστιν ἀρετῆς μὴ παρούσης, ἀλλὰ φροῦδα καὶ οὐ δενὸς ἄξια. θεῶν σωζόντων προσδέχομαί σε ἐν τῇ Ἀντινόου. τὸ σκυλάκιον πέμψον Σωτη ρίδι, ἐπεὶ αὐτὴ νῦν ἐν ἀγρῷ δια τριβειδιατρειβει. ἔρρωσοἔρρωσσο σὺν τοῖς σοῖς. ἔρρωσοἔρρωσσο. Σαραπίωνι φιλοσόφωι παρὰ Ἀκύλου φίλου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.