no image
DDbDP-text
Letter of Theon to Chaeremon via HGV-meta
Linked by Trismegistos ID
TM 26865.
Each record below describes this same ancient text from a different angle.
παρὰ Θέωνος χαῖρε Χαιρήμων. ἐὰν μάθῃς ὅτι χρείαν ἔχεις χορτοπατήματος εἰς τὴν Θῶλθιν μετένεγκον τὸ τοῦ Ἑκυσίου ἐκεῖ. ἀλλὰ πολὺ ἄχυρον παραμιγήτω ἵνα μὴ ταχέως ἀναλωθῇ· ὅταν γὰρ τὰ τοῦ πωμα ρίου οἰνάρια πραθῇ, τότε δύνασαι χορ τοπάτημα ἐκεῖ ἀγοράσαι. τάχα γὰρ εὔωνον ἔσται τοῦ ὕδατος προσβαί νοντος. μὴ ἀμελήσῃς τῆς μεταφορᾶς τοῦ ἀχύρου τῆς Θώλθεως. ἄρτι δὲ μισθὸν μὴ δίδου κτῆσι χάριν κόπρου ἄχρι τῆς ἀναβάσεως. ἵνα μὴ μισθὸν διδῷς. ἔρρωσοἔρρωσσο. ἀνάπεμψον εἰς δια ταγὴν οἴνου κεράμια ϛ ἐκ τοῦ πωμαρίου διὰ τῆς ὄνου Κοπρέως, ἀλλὰ ἤδη, καὶ ἑνὸς τῶν υἱῶν αὐτοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.