no image
DDbDP-text
Order for a Grant of Seed via HGV-meta
Linked by Trismegistos ID
TM 16519.
Each record below describes this same ancient text from a different angle.
πυροῦ ἀρτάβαι κη δ. Αἴλιος Ἀφροδίσιος στρατηγὸς Ὀξυρυγχείτου σιτολόγοιςσιτολοις ἀπηλιώτου τοπαρχίας Φοβώου τόπων χαίρειν. μετρήσατε ἐκ τοῦ καλλίστου δείγματος συνεπιστέλλοντος Σερήνου τοῦ καὶ Σαραπίωνος βασιλικοῦ γραμματέως εἰς σπέρματα δάνεια τῆς τοῦ ἐνεστῶτος ιβ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κατασπορᾶς ἀπὸ γενήματος τοῦ διελθόντος ια ἔτους Κλεοχάρει Χαιρήμονος τοῦ καὶ Ἀν τωνίου τοῦ Κλεοχάρους μητρὸς ριο ὡς ἐτῶν ο οὐλὴ πήχει δεξιῷ καὶ ἑτέρῳ Κλεο χάρει Χαιρήμονος τοῦ καὶ Ἀντωνίου μητρὸςυ ἐτῶνως λϛ πυροῦ ἀρτάβας ἑπτὰ γείνονται ἐπὶ τὸ αὐτὸ πυροῦ καθαροῦ ἀδόλου ἀβώλου ἀκρίθουἀκρείθου κεκοσκινευμένου μέτρῳ δημοσίῳ ἡμιαρταβίῳ ἀρτάβαι κη δ ἐπὶ τῷ καταθέσθαι αὐτοὺς εἰς τὴν γῆν ὑγι ῶς ἐπακολουθούντων τῶν εἰωθότων, ἀσφαλισάμενοι τῷ ἰδίῳ ὑμῶν κιν δύνῳ, ἐπὶ τῷ ἐκ νέων τὰς ἴσας με τὰ τῶν ἑπομένων ἅμα τοῖς τῆς γῆς δημοσίοις ἀποδοῦναι αὐτούς, παρʼ ὧν λάβετε τὴν καθήκουσαν ἀποχὴν δισσὴν ὧν τὴν ἑτέραν ἐμοὶ ἀναδότεαναδοτ. ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Τῦβι α. Αἴλιος Ἀφροδείσιος διὰ Ἀντωνίνου βοηθοῦ μετρήσατε ὡς πρόκειται τὰς τοῦ πυροῦ ἀρτάβας εἴκοσι ὀκτὼ δ, γίνονται πυροῦ ἀρτάβαι κη δ. Σερῆνος ὁ καὶ Σαραπίων μετρήσατε ὡς πρόκειται τὰς τοῦ πυροῦ ἀρτάβας εἴκοσι ὀκτὼ τέταρτον, γίνονται ἀρτάβαι κη δ. vestigesSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.