no image
DDbDP-text
λιτουργ Αὐρηλίῳ Εὐδαίμονι τῷ καὶ Ἑλλαδίῳ ἄρξαντι βουλευτῇ Ἀλεξανδρείας καὶ ὡς χρηματίζει παρὰ Αὐρηλίου Ἀπολλωνίου καὶ ὡς χρηματίζω μητρὸς Ταμόιτος. δόξαντος ἐν τῇ κρατίστῃ βουλῇ ὥστε τοὺς λελειτουργηκότας με τασχεῖν τῆς τοῦ σίτουσείτου δωρεᾶς καὶ αὐ τὸς λειτουργῶν ἐπὶ τοῦ λειτουργοῦν τος τῷ ἐνεστῶτι β ἔτει καὶ ε ἔτει ἀμφόδου Ποιμενικῆς δημοσίαν ὀνηλασίαν τῆς μητροπόλεως ἀξιῶ καὶ ἐπʼ ἐμοῦ τὰ δεδογμένα φυλαχθῆναι καὶ τῆς τοῦ σίτου δόσεως ἐν τῇ τῶν ὁμοίων τάξει μετασχεῖν. διευτύχει. ἔτους β Αὐτοκράτορος Καίσαρος Λουκίου Δομιτίου Αὐρηλιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ καὶ ἔτους ε Ἰουλίου Αὐρηλίου Σεπτιμίου Οὐαβαλάθου Ἀθηνοδώρου τοῦ λαμπροτάτου βασιλέως ὑπάτου αὐτοκράτορος στρατηγοῦ Ῥωμαίων Φαρμοῦθι κβ. Αὐρήλιος Ἀπολλώνιος ἐπιδέδωκα. Αὐ ρήλιος Διοσκουρίδης ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. ΦαρμοῦθιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.