no image
DDbDP-text
Instructions from the πρωτοστάται via HGV-meta
Linked by Trismegistos ID
TM 22236.
Each record below describes this same ancient text from a different angle.
τὸ κοινὸν τῶν πρωτοστατῶν τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως διὰ τῶν τὸν μῆνα διοικούντων Αὐρηλίων Ἥρωνος καὶ Πλουτάρχου Ἑρμείᾳ ὑπηρέτῃ. τῶν ἐπιδοθέντων βιβλίωνιβλιων ὑπὸ τῆςτων ἐνγεγραμμένης ἴσον ἐπιστέλλεταί σοι ὅπως ἀκόλουθα οἷς ἠξίωσεν πράξῃς. ιβ ἔτους καὶ ια ἔτους τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ δ ἔτους τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Παχὼν κϛ. Σεσημείωμαι. ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ Σεβαστοῦ τὸ ϛ καὶ Κωνσταντίου ἐπιφανεστάτου Καίσαρος τὸ β. τῷ κοινῷ τῶν πρωτοστατῶν τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως διὰ τῶν τὸν μῆνα διοικούντων Αὐρηλίων Πλουτάρχου καὶ Ἥρωνος ἀμφοτέρων γυμνασιαρχησάντων βουλευτῶν τῆς αὐτῆς πόλεως παρὰ Αὐρηλίας Ἀπολλωνίας τῆς καὶ Διεῦτος θυγατρὸς Σαρᾶ ἄρξαντος τῆς τε λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων καὶ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως καὶ ὡς ἐχρημάτιζεν. τοῦ στοίχου καὶ νῦν καλοῦντος ὅπερ μόνον ἔχω ζεῦγος ταυρικῶν τὴν ἐργασίαν καὶ μετακομιδὴν ποιήσα σθαι τῶν φορτίων λίθων τῶν χωρούντων πρὸς τὴν τῶν λιθίνων ἀφε σεων κατασκευὴν συμβέβηκεν τὸν ἕνα τῶν ταύρων πληγέντα κατὰ τοῦ ποδὸς ἀπομεμενηκέναι καὶ ἐπισφαλῶς ἔχειν. ὅθεν ὑπὲρ τοῦ τοῦτο γνω σθῆναι ἐπιδίδωμι τάδε τὰ βιβλία ἀσφαλείας τῆς ἡμετέρας ἕνεκεν ἀξιοῦσα ἐπισταλῆναι ὑπηρέτην τὸν ἐποψόμενον τοῦτον καὶ τὴν περὶ αὐτὸν διάθε σιν ἐνγράφως προσφωνῆσαι πρὸς τὸ δύνασθαί με τὸ ἀπαρενόχλητον ἔχειν. ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Γαΐου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ καὶ ἔτους ια Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Γερμανικῶν μεγίστων Σαρματικῶν μεγίστων καὶ ἔτους δ τῶν κυρίων ἡμῶν Κωσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Σεβαστῶν Παχὼν κδ. Αὐρηλία Ἀπολλωνία ἐπιδέδωκα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.