no image
DDbDP-text
Glossary of Administrative Terms Concerning Land Survey and Taxation via HGV-meta
Linked by Trismegistos ID
TM 31831.
Each record below describes this same ancient text from a different angle.
ἔμφορον ὁρισμοῦ· ἔστιν τις γῆ ἧς ὁ φόρος πρὸς τὴν κατʼ ἔτος δύναμιν τῶν καρπῶν εἰσφέρεται. αὐτενιαυτῶν. εἰς ταύτην τὴν ἐπίσκεψιν πολλὰ εἴδη ἐκπίπτει, οἷον, ἐκκοπτομένης ἀμπέ λου, ᾗ τὰ τελέσματα μειοῦται, τῆς ἀντικαταφυτευομέ νης, τῆς ἐκχωρουμένης ἰδιωτικῆς γῆς, τῆς ὠνουμένης ἀπὸ χέρσου καὶ ἄλλα τοιαῦτα. παραποτάμων· ἅπαντα τὰ παρὰ τῷ ποταμῷ δη μόσια καὶ ἰδιωτικὰ χωρία παρνι επσκε πται. ὑπόλογος. ἁπάσης τῆς ἀφόρου οὔσηςσης κυριακῆς διὰ τριε τίας ἐπίσκεψις γείνεται, καλεῖται δὲ ὑπόλογος ἐπει δὴ ὑπολογεῖται ἐκ τοῦ μέτρου τῆς γῆς τοῦ κατὰ πε δίον ὡς ὑπολειφθῆναι τὸ λοιπὸν ἔμφορον. γεωμετρίας· τῶν ἀμπελώνων καὶ τῶν ἄλλων δεν δρικῶν διὰ τετραετίας ἀναμέτρησις γείνεται. ἀναμέτρησις παντὸς ἐδάφους. ὁσάκις ἐὰν κυρια κὴ γῆ ζητῆται, ἀναμετρεῖται ἐκεῖνα τὰ πεδία ἐν οἷς ἐστιν ἡ ζήτησις. ἀναμέτρησις χωμάτων. ἕκαστος τῶν ἐπιχω ρίων ἀνασκάπτειἀνασκάπτι πέντε ναύβια εισφαλ κατὰ τὴν ἐπιβολὴν τῶν χωμάτων, ἐλάττονα δὲ ὡς ἂν ἡ χρεία ἀπαιτῇ. ναύβιον δέ ἐστιν μέτρον γῆς ὀρυσσόμενον τρεῖς πήχεις ἔχον τοῦ πλά τους καὶ μήκους καὶ βάθους. ἀναμέτρησις διωρύχων· καὶ αἱ διώρυχες κατʼ ἔτος ἀπεργάζονται, ἐκ γὰρ τῆς ει τοῦ ποταμοῦ ἐξαριθ χερσα τ τ α ἐπιγραφη στ χε ἀπομερ φι οκ πρ μ κοίτη και κα χερσάμπελος γεν χερσοπαρ ειπSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.