no image
DDbDP-text
Work Contract for Entertainers via HGV-meta
Linked by Trismegistos ID
TM 16593.
Each record below describes this same ancient text from a different angle.
ὁμολογοῦσιν ἀλλήλοις Αὐρήλιοι Πτολ λίων Βαρβάρου καὶ Ἡρᾶς Ἡρᾶτος ἀμφότε ροι προστάται ἀνδρῶν εὐωχουμένων ἐν κώμῃ Νεσμείμι καὶ Ἀντίνοος Ἑρ μίου πρωταύλης καὶ προεστὼς ἐπὶ τοῦ το αὐλητῶν τριῶν καὶ κροταλιστρίας μιᾶς , οἱ μὲν περὶ Πτολλίωνα παρει ληφέναι τὸν Ἀντίνοον σὺν πάσῃ τῇ συμφωνίᾳ λειτουργήσοντα τοῖς θαλιαζομένοιςθαλειαζομένοις ἀνδράσι ἐφʼ ἡμέρας ἑορ τῶν τέσσαρας ἀπὸ ἑνδεκάτης τοῦ ἑ ξῆς μηνὸς Ἁθὺρ τοῦ ἐνεστῶτος ἔτους μισθοῦ ἑκάστης ἡμέρας δραχμῶν πεντήκοντα καὶ ἄρτων ζευγῶν δώδεκα ἐλαίουἐλέου ῥαφανίνου κοτυλῶν δύο χωρὶς τοῦ χωροῦντος εἰς τὴν λαμπάδα καὶ μερικοῦ ἑνὸς καὶ τῆς συνήθους ὑπηρεσίας καὶ ὅλων τῶν ἡμερῶν οἴνου κεραμίου ἑνός , πάντων ὄντων καθαρῶν· ἀπὸ δὲ τῶν μισθῶν αὐτόθι ἔσχεν ὁ Ἀντίνοος εἰς λό γον ἀρραβῶνος δραχμὰς εἴκοσι καὶ τοῦτον ἅμα τοῖς ἄλλοις παραλήμ ψονται χωρὶς θεοῦ βίας ἀπὸ τοῦ Ὀξυ ρυνχείτου διὰ ὄνων τριῶν καὶ ἀπο καταστήσουσι εἰς τὴν κώμην καὶ παρέξονται αὐτοῖς καὶ ξενίαν ἀσφαλῆἀσφαλὴν καὶ ἀνεπηρέαστον καὶ μετὰ τὰς ἡμέρας τέσσαρας πληρώσαντες αὐτοὺς πᾶσι τοῖς μισ θοῖς καὶ ἐκτάκτοις πᾶσι ἀριθμῷ πλήρη ἐπαναγκον ἀποκαταστή σουσι τῇ ιε εἰς τὸν αὐτὸν Ὀξυρυν χείτην διὰ τῶν ἴσων ὄνων τριῶν ὑγιῶς καὶ πιστῶς· ὁ δὲ Ἀν τίνοος εὐδοκεῖεὐδοκῖ πᾶσι τοῖς προκει μένοις· κύριον τὸ ὁμολόγημα δισ σὸν γραφὲν· ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου εὐσεβοῦς εὐτυχοῦς σεβαστοῦ· Φαῶφι ιγ Αὐρήλιος Ἀντίνοος εὐδοκῶ πᾶσι τοῖς προκιμένοις.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.