no image
DDbDP-text
Official Correspondence via HGV-meta
Linked by Trismegistos ID
TM 16872.
Each record below describes this same ancient text from a different angle.
Οὐαλέριος Ἥρων ὁ καὶ Σαραπίων λογιστὴς Ὀξυρυγχίτου Αὐρηλίῳ ΣεύθειΣεύθι τῷ καὶ Ὡρίωνι λογιστεύσαντι τῆς αὐτῆς πόλεως τῷ φιλτάτῳ χαίρειν γραμμάτων φοιτησάντων τοῦ κυρίου μου διασημοτάτου ἐπάρχου τῆς Αἰγύπτου Αἰλίου Ὑγίνου περὶ τοῦ τῆς σῆς διοικήσεως τοὺς πολιτικοὺςπολειτικοὺς λόγους τῶν τε ἐν ἀποθέτοις ὄντων χρημάτων καὶ τῶν ὀφειλομένων οὐ μὴν ἀλλὰ καὶ τῶν ἀνηλῶσθαι δοκούντων ἀπαιτήσαντά με πρὸς τὴν τάξιν ἀποστεῖλαι εἴσω τῆς ἐνγεγραμ μένης προθεσμίαςπροθεσμείας, πάραυτα μὲν ἐπεὶἐπὶ μὴ παρόντα σε ἑώρωνἑώρουν ἀλλὰ κατὰ κέλευσιν τῶν μειζόνων ἀπεῖναι τῷ γραμματεῖγραμματῖ τῆς πόλεως ἐπεθέμην τοῦτο πληροῦν, ὅς γε σοῦ ἀπόντος τούτους συστήσασθαι μὴ δύνασθαι διεβεβαιώσατο καὶ ἐπειδὴ λοιπὸν προσῆκόν ἐστιν τὸ κεκελευσμένον πληροῦσθαι τὸ ἴσον τῶν γραφέντων ἐπιστέλ λωἐπειστέλλω σοι, φίλτατε, ἵνα ἐγνωκὼς ἁρμόσῃ· ἐρρῶσθαί σε εὔχομαι, φίλτατε. ὑπατείαςὑπατίας τῶν δεσποτῶν ἡμῶν Οὐαλερίου Λικιννιανοῦ Λικιννίου Σεβαστοῦ καὶ Φλαουίου Οὐαλερίου Κωνσταντίνου υἱοῦ βασιλέων πρὸ ι Καλανδῶν Ἰουλίων Αἴλιος Ὑγῖνος λογιστῇ Ὀξυρυγχίτου χαίρειν. τοὺς λόγους διοικήσεως τοῦ πρὸ σοῦ λογιστοῦSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.