no image
DDbDP-text
Loan of Money upon Security via HGV-meta
Linked by Trismegistos ID
TM 20639.
Each record below describes this same ancient text from a different angle.
Ἁρμιῦσις ἀπὸ τοῦ Ἀφροδίσιου τῆς Μικρᾶς Ὀάσεωςα Διογένει Σαραπίωνος ἠγορανομηκότι ἐνάρχῳ γυμνα σιάρχῳ τῆς ὈξυρυγχιτῶνὈξυρύγχων πόλεως νε ωκόρῳ Τύχης χαίρειν. ὁ μολογῶ παρειληφέναι παρὰ σοῦ ἀρ γυρίου δραχμὰς διακοσίας ἑξήκοντα κεφαλαίου αἷς οὐδὲν προσῆκται τόκου δραχμιαίου ἑκάστης μνᾶς τοῦ μη νὸς ἑκάστου ἀπὸ τοῦ ὄντος μηνὸς Φαρμοῦθι. ἀποδώσω δὲ τὸ κεφά λαιον σὺν τοῖς τόκοις τῇ τριακάδι τοῦ Φαμενὼθ τοῦ εἰσιόντος δεκάτου ἔτους Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου χωρὶς ὑπερθέ σεως, εἰ δὲ μὴ ἐκτείσω σοι μεθʼ ἡ μιολίας σὺν τοῖς καὶ τῆς ὑπερχρονεί ας ἴσοις δραχμιαίοις τόκοις ἑκάσ της μνᾶς κατὰ μῆνα, τῆς πράξεως σοι οὔσης ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρ χόντων μοι πάντων. τὰς δὲ προκειμένας δραχμὰς διακοσίας ἑξήκοντα κατατέθειμαι εἰς συν ωνὴν χόρτου ἀποτεθησομένου ἐν ᾧ ἔχω ἐν μισθώσει καμηλῶ νι Σιμίλεως ἐν τῇ Ὀξυρύγχων πό λει, ὅνπερ χόρτον οὐκ ἐξέσται μοι βαστάξαισταξαι οὐδὲ πωλεῖν οὐδὲ ὑποτί θεσθαι ἄχρι οὗ ἀποδῶ σοι τὸ κεφά λαιον καὶ τοὺς τόκους διὰ τὸ ὑπέγγυ όνὑπένγυόν σοι εἶναι. ἐὰν δέ τις κίνδυνος συμβῇ τοῦ αὐτοῦ χόρτου οὐδὲν βλάβος ἐξακολουθήσειἐξακολουθήσι σοι διὰ τὸ εἶναι τὸ ἀργύριον σὺν τοῖς τόκοις ἀκίνδυνον παντὸς κινδύνου. κύρι ον τὸ χειρόγραφον δισσὸν γραφὲν πανταχῇ ἐπιφερόμενον. ἔτους θ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ ἈρμενιακοῦΣαρματικοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου ΦαρμοῦθιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.