no image
DDbDP-text
Division of Property via HGV-meta
Linked by Trismegistos ID
TM 20637.
Each record below describes this same ancient text from a different angle.
ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Ἐπεὶφ ιζ, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ὁμολογοῦσιν ἀλλήλοις Ἐπίμαχος Ἁρσιήσιος τοῦ Ἐπιμάχου μητρὸς Δημῆτος καὶ οἱ ἀνεψιοὶ Ἐπίμαχος καὶ Πετοσεῖρις ἀμφότεροι Διονυσίου τοῦ Ἐπιμάχου μητρὸς Θατρῆτος καὶ ἡ πάντων αὐτῶν πρὸς πατρὸς τηθὶς Σε ψάριον Ἐπιμάχου τοῦ Διονυσίου μητρὸς Θατρῆτος πάντες ἀπʼ Ὀξυρύγχων πόλεως, ἡ δὲ Σεψάριον μετὰ κυρίου Ἑρμᾶτος Θέωνος ἐν ἀγυιᾷ διῃρῆσθαι πρὸς ἑαυτοὺς ἐξ εὐδοκούντων ἐπὶ τοῦ παρόντος τὴν ὑπάρχουσαν αὐτοῖς ἐν κώμῃ Κερκεθύρει οἰκίαν καὶ αὐλὴν ἐν ᾗ φοίνικες τέσσαρες , ὧν πάντων μέτεστι τῷ μὲνεεν Ἐπιμάχῳ Ἁρσιήσιος μέ ρη δύο ἀπὸ μερῶν πέντε , τῷ δὲ Ἐπιμάχῳ καὶ Πετοσείρι ἀμφοτέροις Διονυσίου ἐξ ἴσου μέρη δύο , τῇ δὲ Σεψαρίῳ Ἐπιμάχου μέρος ἕν , καὶ κεκληρῶσθαι τὸν μὲν Ἐπίμαχον Ἁρσιήσιος τὰ ἑαυτοῦ μέρη δύο ἐκ τοῦ ἀπὸ βορρᾶ μέρους διατεῖνον λίβα ἐπʼ ἀπηλιώτην ἐπὶ τὸ πέρας τῶν ὅλων τόπων, τὴν δὲ Σεψάριον Ἐπιμά χου ἐχομένως μετὰ τὸν Ἐπίμαχον Ἁρσιήσιος ἐπὶ νότον διατεῖνον λίβα ἐπʼ ἀπηλιώτην ἐπὶ τὸ πέρας τῶν ὅλων τό πων, καὶ τὸν Πετοσεῖριν ἐχομένως μετὰ τὴν Σεψάριον ἐπὶ νότον τὸ ἑαυτοῦ μέρος ἓν διατεῖνον λίβα ἐπʼ ἀπηλι ώτην ἐπὶ τὸ πέρας τῶν ὅλων τόπων, καὶτοαι τὸν Ἐπίμαχον Διονυσίου ἐχομένως μετὰ τὸν ἀδελφὸν αὐτοῦ Πετοσεῖ ριν Διονυσίου ὁμοίως τὸ ἑαυτοῦ μέρος ἓν διατεῖνον ὁμοίως λίβα ἐπʼ ἀπηλιώτην ἐπὶ τὸ πέρας τῶν ὅλων τόπων ἕνα δ’ ἕκαστον αὐτῶν αὐτῶν σὺνσν τοῖς συνεμπεσουμένοις εἰς ἃ κεκλήρωται φορτίοις τῶν τεσσάρων φοινίκων σὺν εἰς τὰ τοῦ Ἐπιμάχου καὶ Πετοσείριος ἀμφοτέρων Διονυσίου μέρη ο ἀμφοτέρων συγχωροῦσι δὲ οἱ ὁμολογοῦντες ἕκαστος κατὰ τὰ προκείμενα αὐτοῦ μέρη εἴσοδον ἀπηλιώτου τῆς ὅλης οἰκίας καὶ αὐλῆς μέρους πλάτους λιβὸς ἐπʼ ἀπηλιώτην πηχῶν ἐπὶ τὸ πέρας τῶν ὅλων τόπων εἰς ἣν εἴσοδον ἐξέσται αὐτοῖς ἀνεῖναιαναι ἃς ἐὰν αἱρῶνται ιαν διʼ ἧς εἰσοδεύσει ἕκαστος αὐτῶν εἰς μόνα ἃ κεκλήρωται ὡς πρόκειται, διοικεῖν δὲ ἕκαστον αὐτῶν καὶ κρατεῖν καὶ κυριεύειν ὧν λέλογχενλέλονχεν εἰς τὸν αἰεὶ χρόνον ἑκατερ μηδὲν ἐνκαλεῖν ἀλλήλοις κατὰ μηδένα τρόπονSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.