no image
DDbDP-text
Declaration on Oath via HGV-meta
Linked by Trismegistos ID
TM 17503.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Ἱέραξ ὁ καὶ Μέλας καὶ ὡς χρηματίζω, Ἀλεξανδρεὺς γεουχῶν ἐν Ὀξυρυγχείτῃ νομῷνομοῦ ἐν κώμῃ Σέσφθα, Αὐρηλίῳ Σαραπίωνι τῷ καὶ Ἀπολλωνιανῷ στρατηγῷ Ἑρμοπολείτου χαίρειν. ἐπεὶ ἐβοήθησα πράξας τὸ σιτικὸν τοῦ νομοῦ τοῦ ὑπὸ σοὶ ὑπὸ Ἀπολλώνιον τὸν ἡγούμενόν σου, ὀμνύω τὴν τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Αὐρηλίου Ἀλεξάνδρου Καίσαρος Σεβαστῶν τύχην παραμεῖναί σοι καὶ μὴ ἀποστῆναι τῆς Ἑρμοῦ πόλεως ἔστʼ ἂν πᾶσάν μου τὴν πρᾶξιν παραστήσω σοι ὑγιῶς καὶ μετὰ πάσης πίστεως διαπραξάμενος, ἢ ἔνο χος εἴην τῷ ὅρκῳ. Αὐρήλιος Ἱέραξ ὁ καὶ Μέλας ὁ προγεγραμμένος τὸ σῶμα ἰδιόγραφον ἔγραψα καὶ ὤμοσα τὸν ὅρκον. ἔτους ε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Αὐρηλίου Ἀλεξάνδρου Καίσαρος Σεβαστῶν, Χοίακ κθ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.