no image
DDbDP-text
Loan of Seed - corn via HGV-meta
Linked by Trismegistos ID
TM 22073.
Each record below describes this same ancient text from a different angle.
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Τιβερίου Μαυρικίου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους α μετὰ τὴν ὑπατείανὑπατίαν τοῦ τῆς θείας λήξεως γενομένου ἡμῶν δεσπότου Τιβερίου Κωνσταντίνου ἔτους δ Ἁθὺρ κζ ἰνδικτίονος α. τοῖς ὑπερφυεστάτοις κληρονόμοις τοῦ τῆς εὐκλεοῦς μνήμης Ἀπίωνος γενομένου πρωτοπατρικίου γεουχοῦσιν καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τοῖς ἰδίοις δεσπόταις τοῖς αὐτοῖς πανευφήμοις ἀνδράσιν τὴν ἀγωγὴν καὶ ἐνοχὴν Αὐρήλιοι Σαμουὴλ υἱὸς Βίκτορος μητρὸς Σωσάννης καὶ Ἁρεώτης υἱὸς Φοιβάμμωνος μητρὸς Τσαειῆ ὁρμώμενοι ἀπὸ ἐποικίου Μελιτᾶ τοῦ Ὀξυρυγχίτου νομοῦ μετʼ ἐγγυητοῦ Γεωργίου προνοητοῦ αὐτῶν υἱοῦ τοῦ μακαρίου Ἀπολλῶ ἀπὸ τῆς Ὀξυρυγχιτῶν. ὁμολογοῦμεν ἐσχηκέναι παρὰ τῆς ὑμῶν ὑπερφυείας ἐντεῦθεν ἤδη λόγῳ σπερμοβολίας καρπῶν δευτέρας ἰνδικτίονος σίτου καγκέλλῳ ἀρτάβας ἕνδεκα οὕτως, ἐγὼ μὲν Ἁρεώτης ἀρτάβας ἕξ , ἐγὼ Σαμουὴλ τὰς ἄλλας πέντε ἀρτάβας, γίνονται σίτου ἀρτάβαι ια, καὶ ταύτας ὁμολογοῦμεν παρασχεῖν τῇ ὑμῶν ὑπερφυείᾳ ἐν καιρῷ τῆς ἁλωνίας δευτέρας ἰνδικτίονος ἢ καὶ ἐγὼκἀγὼ ὁ τούτων ἐγγυητὴς οἴκοθεν ὑπὲρ αὐτῶν διδόναι. κύριον τὸ γραμμάτιον ἁπλοῦν γραφέν, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιοι Ἁρεώτης καὶ Σαμουὴλ στοιχεῖ ἡμῖν ὡς πρόκειται. Παπνούθιος ἔγραψα ὑπὲρ ἀγραμμάτων ὄντων. Γεώργιος προνοητὴς υἱὸς τοῦ μακαρίου Ἀπολλῶ ὁ προγεγραμμένος ἐγγυῶμαι τὸν αὐτὸν Σαμουήλιον καὶ ἉρεώτηνἉρεώτου εἰς πάντα ὡς πρόκειται. δι εμυ παπνυτιυ ετελιοτηετελοτη. γραμμάτιον Ἁρεώτου καὶ ΣαμουηλίουΦοιβαμμωνος ἀπὸ ἐποικίου Μελιτᾶ μετʼ ἐγγυητοῦ Γεωργίου προνοητοῦ υἱοῦ Ἀπολλῶ σίτου καγκέλλῳ ἀρτάβαι ια.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.