no image
DDbDP-text
Letter to Apollinarius via HGV-meta
Linked by Trismegistos ID
TM 37884.
Each record below describes this same ancient text from a different angle.
μετὰ τὰ τρία νομίσματα παρὰ κεράτια δώδεκα ἰδιωτικῷ ζυγῷ ἃ δέδωκεν Φιλόξενος ὁ τραπεζίτης Ἀπολλωνίῳ ἀπὸ ἐποικίου Λουκίου ὑπὲρ τιμῆς τοῦ χλωροῦ χόρτου τῶν δύο ὀγδόου ἀρουρῶν τοῦ ἀγορασθέντος εἰς τροφὰς τῶν γεουχικῶν ὄνων λόγῳ τῆς ἕκτης ἰνδικτίονος ἀπὸ καρπῶν ἑβδόμης ἐπινεμήσεως παράσχου αὐτῷ κεράτια δεκατρία παρὰ κεράτια δύο ἰδιωτικῷ πρὸς συμπλήρωσιν τῆς τιμῆς, ἅπερ τὰ εἰρημένα κεράτια δεκατρία παρὰ κεράτια δύο ἰδιωτικῷ λογιζόμενα σοὶ μόνα. δέξαι δὲ παρʼ αὐτοῦ τὴν ὁμολογίαν ἣν ἐποίησεν περὶ τῆς τιμῆς τουτου τὰ δὲ τρία νομίσματα εὔσταθμα τὰ δοθέντα αὐτῷ διὰ Φιλοξένου ταῦτα ἀπαίτησον τὸν γεωργήσαντα τὰς τρεῖς ἀρούρας ἀπὸ Πεκυτὺ ἐκ τῆς μηχανῆς Φοιβάμμωνος ἐπίκλην Βελααῦ ἀπὸ Ἀντᾶ, ἵνα ταῦτα καταβάλῃς ἐπὶ τὸν εἰρημένον Φιλόξενον τὸν καὶ δεδωκότα τὰ αὐτὰ τρία νομίσματα τῷ εἰρημένῳ Ἀπολλωνίῳ. ἐπίδος τῷ θαυμασιωτάτῳ Ἀπολλιναρίῳ παρὰSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.