no image
DDbDP-text
Sale of a Loom via HGV-meta
Linked by Trismegistos ID
TM 21983.
Each record below describes this same ancient text from a different angle.
Οὐαλέριος Πετερμοῦθις στρατιώτης διʼ ἐμοῦ Αὐρηλίου Σαραπίωνος Σαραπί ωνος ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως τῶν ἐξ ἐφηβείαςἐφηβίας ἱερονικῶν Αὐρηλίᾳ Εὐδαιμονίδει τῇ καὶ Ἀπολλωνίᾳ ματρώνᾳ στολάτᾳ χαίρειν. ὁμολογῶ πεπρακέναι σοι ἐντεῦθεν ὃν καὶ ἐγὼκἀγὼ ἐώνημαι παρὰ Αὐρη λίου Σαραπάμμωνος Θώνιος ἀπὸ Ὀξυρύγχων πόλεως τῷ ἐνεστῶτι ἔτειἔτι μηνὶ Μεχεὶρ η ἱστὸν ταρσικοϋφικὸν μήκους πηχῶν δέκα πλάτους πη χῶν ἕξ , καὶ τὴν οὖσαν ἔνθα ἀπόκειται ἐξαρτίαν πᾶσαν ὅσηὁσην ἐὰν ᾖ, τιμῆς τῆς συμπεφωνημένης πρὸς ἀλλήλους ἀργυρίου Σεβαστῶν νομίσματος ταλάντων δύο καὶ δραχμῶν χιλίωνχιλείων , ἅπερ αὐτόθι ἀπέσχον παρὰ σοῦ ἐκ πλήρους διὰ χειρός, περὶ ἧς ἀριθμήσεως ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα, ὅνπερ ἱστὸν καὶ τὴν ἐξαρτίαν βαστάξεις ἐντεῦθεν ἔνθα ἀπόκειται καὶ μετενεγκεῖς ὅπου ἐὰν θέλῃς ἀκωλύτως, καὶ κρατεῖν σε καὶ κυριεύειν σὺν ἐκγόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομέ νοις, καὶ ἐξουσίαν ἔχειν χρᾶσθαι καὶ ἐκμισθοῦνἐκμισθοιν καὶ πωλεῖν ὡς ἐὰν αἱρῇ, καὶ παρέξομαί σοι βέβαιον διὰ παντὸς ἀπὸ πάντων πάσῃ βεβαιώσειβεβαιώσι, καὶ τὸν ἐπελευσόμενόν σοι ἀποστήσω παρα χρῆμα ταῖς ἐμαυτοῦ δαπάναις, καθάπερ ἐκ δίκης. κυρία ἡ πρᾶσις ἁπλῆ γραφεῖσα, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ιδ καὶ ἔτους ιγ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτους ϛ τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶνσων ἐπιφανεστάτων Καισάρων Ἐπεὶφ ιβ, ὑπατείας ἈνικίουἈννικίου Φαύστου καὶ Οὐιρίου Γάλλου. Οὐαλέριος Παθερμοῦτις διʼ ἐμοῦ Σαραπίωνος πέπρακα τὸν ἱστὸν καὶ τὴν ἐξαρτίαν πᾶσαν, καὶ ἀπέσχον τὰ τῆς τιμῆς ἀργυρίου τάλαντα δύο καὶ δραχμὰς χιλίας πλήρη, καὶ βεβαιώσω ὡς πρόκειται, καὶ ἐπερωτηθεὶς ὡμολόγησα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.