no image
DDbDP-text
Letter of Heraclides to Antiochia via HGV-meta
Linked by Trismegistos ID
TM 33666.
Each record below describes this same ancient text from a different angle.
κυρίᾳ μου ἀδελφῇ Ἀντιοχείῃ Ἡρακλείδης χαίρειν. ἀπέστειλα τινα Μέλανα διὰ γραμμάτων, ἐπειδὴ ὁ ἀὴρ ἐναντίος ἡμῖνἡμεῖν ἦν ἀφʼ οὗ ἔπλευσας, ἵνα ἡμῖνἡμεῖν περὶ τῆς ἀνόδου καὶ ὁλοκληρίας γνῷς, καὶ ἡ μὲν τοῦ θεοῦ πρόνοια παρέξει τὸ μετὰ ὁλοκληρίας σε τὰ οἰκεῖα ἀπο λαβεῖν. ἀναγκαίως δὲ καὶ ἡμῖνἡμεῖν ἐ πίστειλον ὅτι εἰ ᾖς ἐπιδημήσασα, ἵνα εὐθυμότεροιεὐθυμέτεροι γενώμεθα τὰ περὶ σοῦ ἀκούσαντες. τὸ τέκνον σου τοῖς ἔργοις ἑαυτοῦ προσεχέτω. τὰ μὲν εἰ κότα αὐτῷ ἐπέσταλκα κήδεσθαι τῶν ἔργων ἀφορῶντι τῇ τοῦ ἐνιαυτοῦ διαφορᾷ. ἐρρῶσθαί σε εὔχομαι, κυρία μου ἀδελφή, πολλοῖς χρόνοις. κυρίᾳ μου ἀδελφῇ Ἀντιοχείῃ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.