no image
DDbDP-text
Letter to a Gymnasiarch via HGV-meta
Linked by Trismegistos ID
TM 21964.
Each record below describes this same ancient text from a different angle.
χαῖρε, κύριέ μου Ἀπίων, Φιλοσάραπίς σε προσαγορεύω εὐχόμενός σε σώζεσθαι πανοικησίᾳ καὶ εὖ διάγειν. ὅτι οὐ μόνοι ἡμεῖς μεμνήμεθά σου ἀλλὰ καὶ αὐτοὶ ἡμῶν οἱ πάτριοι θεοί, τοῦτο δῆλον ἅπασιν, πᾶσααπασα γὰρ ἡμῶν ἡ ἡλι κία ἐν τοῖς στέρνοις σε περιφέρει, με μνημένη τῆς ἀγαθῆς σου προαιρέ σεως. περὶ τῶν ἀπὸ πατρίδος σοι χρειω δῶν, κύριέ μου, ἐπίστελλέ μοι ἡδέ ως ἔχοντι, τὰς γὰρ ἐντολάς σου ἥδιστα ἔχων ὡς χάριτας λήμψομαι. προσαγο ρεύω τὸν ἀξιολογώτατον γυμνασίαρ χον Ὡρίωνα. ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου χρηστὲ καὶ εὐγενέστατε Ἀπίων, διὰ βίου εὖ διάγοντα μεθʼ ὧν ἡδέως διάγεις. Ἀπίωνι γυμνασιάρχωι στρατηγήσαντι Ἀνταιοπολείτου παρὰ Φιλοσαράπιδος ἐνάρχου ἱεροποιοῦ Ἀνταιουπόλεως.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.