no image
DDbDP-text
Appointment of a Deputy - Prytanis via HGV-meta
Linked by Trismegistos ID
TM 21963.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Βίων ὁ καὶ Ἀμμώ νιος γυμνασίαρχος βουλευτὴς ἔναρχος πρύτανις τῆς Ὀξυρυγ χιτῶν πόλεως Αὐρηλίῳ Δίῳ τῷ καὶ Περτίνακι στρα τηγῷ τοῦ αὐτοῦ νομοῦ τῷ φιλτάτῳ χαίρειν. ἐξιὼν ἅμα ἄλλοις ἐπὶ τὸν λαμπρότατον ἡμῶν ἡγεμόνα Οὐαλέριον Φίρμον ἕνεκεν πρεσβεί αςπρεσβεισας περὶ τῆς ἐπιβληθείσης ἐπιβολῆς τῷ ἡμετέρῳ νομῷ τοῦ ἱεροῦ ἀποτάκτου, ἐπιστέλλω σοι, φίλτατε, ὅπως φανερὸν ποιή σῃς Αὐρηλίῳ Ἰσιδώρῳ ἀρχιερατεύσαντι βουλευ τῇ εἰρηνάρχῳ διαδέξα σθαί με τὰ τῇ πρυτανίᾳ δια φέροντα, ἔστʼ ἂν ἐπανέλ θω. ἐρρῶσθαί σε εὔχομαι, φίλτατε. ἔτους γ Αὐτοκράτορος Καίσαρος Μάρκου Ἰουλίου Φιλίππου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Ἰουλίου Φιλίππου γενναιοτάτου καὶ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν Ἐπεὶφ κγ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.