no image
DDbDP-text
Report of a Trial via HGV-meta
Linked by Trismegistos ID
TM 21828.
Each record below describes this same ancient text from a different angle.
οὐδέπω κατακεχώρισται. Ἀσκληπιάδης ὁ στρατηγὸς σκεψάμενος εἶπεν· ἀναγκαῖον εἶναι δοκεῖ πρότερον τοὺς λόγους καταχωρισθῆναι, ἵνα γνωσθη?ͅ τίνα μέν ἐστιν τὰ καταλειφθέντα, τίνα δὲ τὰ περιγεγονότα, καὶ τίνα τὰ χρεολυτηθέντα. τότε γὰρ καὶ περὶ τῶν χορηγιῶνχορηγιαν διαλήμ ψομαι καί, εἴ τί ἐστιν ἀκόλουθον, κριθήσεται. Ἡραδίων εἶπεν. εὐθέως καταχωριῶ τοὺς λόγους. οὐ παρʼ ἐμὴν δὲ αἰτίαν οὐ κατεχωρίσθησαν. ἀλλὰ μέντοι καὶ τὸν Ἀγαθεῖνον συν καταχωρίσαι δεῖ, μέχρι κριτηρίου μήτε λαβέσθαι τῆς ἐπιτρόπου χρείας μήτε Ἀγαθείνου συνεχομένου. ὁ στρατηγὸς ἐκέλευσεν σύνολα λημματισθῆναι. ἀνέγνων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.