no image
DDbDP-text
Sale of a Triclinium via HGV-meta
Linked by Trismegistos ID
TM 21789.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλία Σαραπιὰς Ἀρείου ἀστὴ χωρὶς κυρίου χρηματίζουσα τέκνων δικαίῳ κατὰ τὰ Ῥωμαίων ἔθη Αὐ ρηλίῳ Θέωνι Ἀμμωνίουαμμωνιυ τοῦ καὶ Ἀφύγχιος ἀπʼ Ὀξυρύγχων πόλεως χαίρειν. ὁμολογῶ πεπρακέναι σοι τρίκλινον στρωμάτων λινῶν ποικιλτῶν διὰ ὅλου καὶ προσ κεφάλαια τέσσαρα α καὶ λινᾶ τῆς αὐτῆς ἰδέαςεἰδαίας τιμῆς δραχμῶν πεντακοσίων , γίνονται δραχμαὶ φ, ἃς καὶ ἐντεῦ θεν ἀπέσχον. κυρίακαιρια ἡ πρᾶσις ἁπλῆ γραφεῖσα καθαρὰ καὶ βεβαιώ σω καὶ ἐπηρώτημαιἐπερώτημε ὡς πρόκειται. ἔτους δεβα Αὐτοκρατόρων Καισάρων Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ Γερμανικῶν Μεγίστων καὶ Πουπλίου Λικιννίου Κορνηλίου Οὐαλεριανοῦ τοῦ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν Μεσορὴ ιϛ. Αὐρηλία Σαραπιὰς πέπρακα τὸ τρίκλινον καὶ τὰ προσκεφάλαια καὶ ἀπέσχον τὰς τῆς τιμῆς δραχμὰς φ καὶ βεβαιώσω καὶ ἐπηρώτημαι ὡς πρόκειται. Αὐρήλιος Ὡριγένης ἔγραψα ὑπὲρ τῆς μητρὸς γράμ ματα μὴ εἰδυίηςεἰδυείης.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.