no image
DDbDP-text
Declaration of a Shipper via HGV-meta
Linked by Trismegistos ID
TM 21797.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίῳ ΦιλιάρχῳΦιλίππῳ τῷ καὶ Ὡρίωνι στρατηγῷ Ὀξυρυγχείτου παρὰ Αὐρηλίου Ἀνικήτου Ὀλβανοῦ ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως κυβερνήτου πλοίου Ἑλληνικοῦ κληρονόμων Τείρωνος ἀγωγῆς ἀρταβῶν τν. παρέλαβον καὶ ἐνεβαλόμην εἰς τὸ προκείμενον πλοῖον ἐκ γραμμάτων Οὐλπίου Κυρίλλου τοῦ διασημοτάτου καθολικοῦ παρὰ ΑὐρηλίουἈαυρηλίου Δημητριανοῦ καὶ ὡς χρηματίζει δεκαπρώτου μερῶν μέσης τοπαρχιάς κριθῆς νέας καθαρᾶς κεκοσκινευμένης ἀρτάβας οε, τὰςαι οὔσαςοὐσαιουσας κώμης Ἡρακλείου, ἅσπερ κατά ξω εἰς τὴν λαμπροτάτην Ἀλεξάνδρειαν καὶ παρα δώσω οἷς ἐὰν κελευσθῶ καὶ τῆς παραδόσεως γράμματα ἐποίσω διὰ τὸ πεπληρῶσθαί με πάντων τῶν ἀναλωμάτων. κυρία ἡ ἀποχὴ τρισσὴ γραφεῖ σα, ἣν ἐξεδόμην σοὶ μὲν τῷ στρατηγῷ δισσὴν τῷ δὲ δεκαπρώτῳ μοναχήν, καὶ ἐπερω τηθεὶς ὡμολόγησα. ἔτους β Αὐτοκράτορος Καίσαρος Γαίου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ καὶ ἔτους α Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν Παῦνι ιη. Αὐρήλιος Ἀνείκτηος Ὀλβανοῦ παρέ λαβον καὶ παραμεμέτρημαι τὰς προκειμένας κριθῆςπυρουης ἀρτάβας ἑβδομήκοντα πέντε καὶ κατενεγκῶ καὶ παρα δώσω ὡς πρόκειται. Αὐρήλιος Σιλβα νὸς Ἀμμωνίου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.