no image
DDbDP-text
Peculation by a Treasury Official via HGV-meta
Linked by Trismegistos ID
TM 20719.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Ἀπολινάριος στρατηγὸς Ὀξυρυγχείτου Ἀπίωνι στρατ ηγήσαντι Ἀνταιοπολίτου τῶι φιλτάτωι χαίρειν. Διόσκορος ὁ τοῦ Ἀνταιοπολεί του στρατηγός, διʼ οὗ ἐπέστειλέν μοι ἐπιστάλματος κεχρονισμέ νου εἰς τὸ διεληλυθὸς γ ἔτος, Ἐπεὶφ ιγ, ἐδήλωσεν τὸν τοῦ νομοῦ ἐγλο γιστὴν Ποτάμωνα τὸν καὶ Σαρα πίωνα ἀνειληφέναι ἐν λήμ μασι διοικήσεως τοῦ γ ἔτους ἐν σοὶ ὑπὲρ τοῦ ὁλόκληρον ποιῆσαι τὴν ἐπί σκεψιν τῶν χωμάτων καὶ διωρύχων τοῦ β ἔτους τῇ ὁρισθεί σῃ προθεσμίᾳ μὴ κατακεχω ρικέναι εἰς τὸ τῆς διοικήσε ως λογιστήριον δραχμὰς Γρπζ τριώβολον, βουληθείς με τὴν τούτων ἀπαίτησιν ποιησάμενον προσθέσθαι ὑπὲρ ἐκείνου τοῦ νομοῦ. ἵνʼ οὖν εἰδῇς καὶ ἄνευ πάσης ὑπερθέσεως τὴν ἀπό δοσιν ποιήσῃ κατὰ τὰ γραφέν ταSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.