no image
DDbDP-text
Land Distribution via HGV-meta
Linked by Trismegistos ID
TM 20707.
Each record below describes this same ancient text from a different angle.
Φανίας καὶ Ἡρακλᾶς καὶ Διογένης ὁ καὶ Ἑρμαῖος οἱ ἀσχολούμενοιδιασχολούμενοι τοὺς καταλοχισμοὺς τοῖς ἀγορανόμοις χαίρειν. Διογένους τοῦ Πτολεμαίου παρακεχωρημένου παρὰ Ταποτά μωνος τῆς Πτολεμαίου τοῦ Κολύλιδος, μετὰ κυρίου τοῦ θυγατριδοῦθυγατριδους Πλουτάρχου τοῦ Πλουτάρχου τοῦ Πλουτάρχου, καθʼ ὁμολογίαν γεγονυῖαν τῇ ἐνεστώσῃ ἡμέρᾳ τὴν ὑπάρχουσαν αὐτῇ περὶ κώμην Κορῶβιν ? ἐκ τοῦ Μενοιτίου κλήρου κατοικικῆς γῆς σιτοφόρουσειτοφόρου σπορίμου ἐξ ὀρθογωνίου ἄρουραν μίαν ἥμισυ τρίτον δωδέ κατον , διὸ γράφομεν ὑμῖνὑμεῖν ἵνʼ εἰδῆτε. ἔρρωσθε. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, μηνὸς Καισαρείου ἐπαγομένων ϛ. Ἡρακλᾶς σεσημείωμαι ἄρουραν μίαν ἥμισυ τρίτον δωδέκατον, γίνεται ἄρουρα α 𐅵 γ ιβ. χρόνος ὁ αὐτός.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.