no image
DDbDP-text
Promise to be Honest via HGV-meta
Linked by Trismegistos ID
TM 20778.
Each record below describes this same ancient text from a different angle.
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ του θεοῦ καὶ σωτῆρος ἡμῶν, βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτουεὐφήμου δεσπότου μεγίστου εὐεργέτου Φλαουίου Ἡρακλείου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους γ, Φαῶφι κθ, ἰνδικτίονος α. Φλαουίῳ Ἀπίωνι τῷ πανευφήμῳ καὶ ὑπερφυεστάτῳ ἀπὸ ὑπάτων καὶ πατρικίῳ, γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει, διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχήν, Αὐρήλιος Μηνᾶς πρωτοφύλαξ, υἱὸς Ὦρ μητρὸς Ἡραίδος, ἀπὸ κώμης Ἀδαίου τοῦ Ὀξυρυγχίτου νομοῦ παγαρχουμένης παρὰ τῆς ὑμετέρας ὑπερφυείας. ὁμολογῶ τῇ ὑμετέρᾳ ὑπερφυείᾳ διὰ τῶν αὐτῇ προσηκόντων, ὡς εἴ ποτε καιρῷ ἢ χρόνῳ φανούμεθαφανομεν κλέψαντες μηχανικὰ σκεύη ἢ βοίδια, ἢ οἱανδήποτε κλοπὴν ποιήσαντες, ἢ ὑποδέξασθαι λῃστάςλιστάς, ἐπὶ τῷ ἐμὲ παρασχεῖν τῇ ὑμετέρᾳ ὑπερφυείᾳ ὑπὲρ ἑκάστου ἐγχειρήματος χρυσίου νομίσματα εἴκοσι τέσσαρα , ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα κινδύνῳ ἐμῷ καὶ τῆς ἐμῆς ὑποστάσεως. κυρία ἡ ὁμολογία ἁπλῆ γραφεῖσα, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Μηνᾶς υἱὸς Ὦρ, στοιχεῖ μοι αὕτη ἡ ὁμολογία ὡς πρόκειται. Ἰωάννης ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. di emu Ioannu eteliothh. ὁμολογία Μηνᾶ πρωτοφύλακος, υἱοῦ Ὦρ, ἀπὸ κώμης Ἀδαίου τοῦ Ὀξυρυγχίτου νομοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.