no image
DDbDP-text
Settlement of a dispute via HGV-meta
Linked by Trismegistos ID
TM 27139.
Each record below describes this same ancient text from a different angle.
π λεμ ενεισον ἀντιδότω ὁ Δῖος τῷ Πτολεμαίωι τῶι καὶ Πεθεῖ ἐκ τοῦ πρὸς λίβα μέρους εινου οἰκία ἐκ τοῦ πρὸς ἀπηλιώτην μέρους ἥμισυ μέρος οἴκου μονο στέγου, ἔστι δὲ ἐκ τοῦ πρὸς λίβα μέρους δίστεγον οἰκίδιον καὶ ἐκ τοῦ πρὸς ἀπηλιώτην μέρους οἰκόπεδα, ἐν οἷς περιστερεὼν ἐκ τοῦ πρὸς νότον καὶ λίβα μέρους καὶ ἐκἐγ λιβὸς τοῦ τοῦ Δίου οἰκοπέδου εἴσοδος καὶ ἔξοδος, ὑπὲρ ἧς διημφισβήτησεν ὁ Πτολεμαῖος ὁ καὶ Πεθεὺς τῶι Δίωι, αὐτόθεν λειφθεὶς ὁ Πτολεμαῖος ὁ καὶ Πεθεὺς τοῖς δικαίοις συνχωρεῖ μὴ ἐπελεύσεσθαι μήτε αὐτὸν μηδὲ τοὺς παρʼ αὐτοῦ ἐπὶ τὸν Δῖον μη δὲ τοὺς παρʼ αὐτοῦ περὶ τῆς εἰσόδου καὶ ἐξόδου τρόπῳ μηδενί. ἐξέσται δὲ τῷ Δίῳ ἀναλαμβάνειν ταύτην τοῖς ἑαυτοῦ οἰκοπέδοις καὶ ἀνοικοδομεῖν καὶ χρᾶσθαι παντὶ τρόπῳ, ᾧ ἐὰν αἱρῆται ἀπαραποδίστως, ἐπάναγκον δὲ τὸν Πτολεμαῖον τὸν καὶ Πεθέα ἀθετήσειν καὶ ἀναλήμψασθαι παραχρῆμα δSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.