no image
DDbDP-text
Contract of Apprenticeship via HGV-meta
Linked by Trismegistos ID
TM 12574.
Each record below describes this same ancient text from a different angle.
ι χάρτης θ ἔτους ἑνδεκάτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Ἀπελλαίου ἐνάτηι Φαῶφι θ ἐν Καρανίδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ἐξέδοτο Σατορνῖλος Σατορνίλου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν τριάκοντα Θετηλέννει Ἰρανούπιος γερδίωι ὡς ἐτῶν τεσσαράκοντα Πέρσηι τῆς ἐπιγονῆς τὸν τοῦ μετηλλαχότος αὐτοῦ ἀδελφοῦ υἱὸν ἐπὶ ἔτη ὥστε διδαχθῆναι τὴν γερδιακὴν τέχνην πᾶσαν ἐντὸς τοῦ προκιμένου χρόνου, οὐ γινόμενον ἀπόκοιτον οὐδʼ ἀφήμερον ἀπὸ τῆς τοῦ Θετηλέννιος οἰκίας, συνακολουθοῦντα αὐτῷ κατὰ τὸν νόμον καὶ ἐπιτελοῦνταἐπιτελῶντα πάντα τὰ ἐπιταχθησόμενα, τρεφο μένου καὶ ἱματιζομένου τοῦ παιδὸς ὑπὸSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.