no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 9070.
Each record below describes this same ancient text from a different angle.
ἄλλου ὑπομνηματισμῶν. Ἁρπαγάθου Πακύσιος ἔτους ια Τῦβι κη. ἐν Μέμφει ἠσπάσατο τὸν λαμπρότατον ἡγεμόνα καὶ μετὰ ταῦτα πρὸς τῷ Ἀπείῳ Ἁρπαγάθου Πακύσιος προσαγαγόντος υἱὸν ἑαυτοῦ Πακῦσιν καὶ ἀξιώσαντος ἐπιτραπῆναι περιτεμεῖν αὐτὸν ἀνα δόντος τε τὴν γραφεῖσαν ἐπιστολὴν ὑπὸ Σαραπίω νος στρατηγοῦ Ἀρσινοίτου Ἡρακλείδου μερίδος διὰ Ἀλεξάνδρου γυμνασιάρχου διαδεχομένου τὴν στρατηγίαν, κεχρονισμένην εἰς τὸ διεληλυθὸς ι ἔτους Φαρμοῦθι ιϛ Σερηνιανὸς ἐπύθετο τῶν παρόντων κορυφαίων καὶ ὑποκορυφαίων καὶ ἱερογραμματέων, εἰ σημεῖ όν τι ἔχοι ὁ παῖς. εἰπόντων ἄσημον αὐτὸν εἶναι Σερηνιανὸς ἀρχιερεὺς καὶ ἐπὶ τῶν ἱερῶν σημειω σάμενοςσημιωσάμενος τὴν ἐπιστολὴν ἐκέλευσεν τὸν παῖδα περιτμηθῆναι κατὰ τὸ ἔθος. ἀνέγνων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.