no image
DDbDP-text
Deed of divorce via HGV-meta
Linked by Trismegistos ID
TM 22585.
Each record below describes this same ancient text from a different angle.
δ νεκροταϕίσσᾳ ἀπὸ τῆς αὐτῆς χαίρειν. ἐπεὶ ασιν κιαν α αεν ἡμῖν αλλ κ ως ἐκ του γενέσθαι καὶ διαλλαγὴ δ ἐντεῦ θεν ὁμολογῶ ὁ προκείμενος Ψεννῆσις τ κα καὶ μηδένα λόγον ἔχειν πρὸς σὲ ἀπὸ τοῦ νῦν μέχρι παντὸς ἀλλ’ ἐξεῖναί σοι ἀποστῆναι ὃν ἐὰν βουληθῇς τρόπον καὶ ᾧ θέλῃς γαμηθῆναι καὶ οὐκ ἐ ξέσται μοι μετελθεῖν σε ἢ ἐγκαλεῖν σοι περὶ ἀλλοτρίου γάμου ἢ περὶ ἕδνου ἢ περὶ ἄλλου τινός ἁπαξαπλῶς διὰ τὸ οὕτως μοι πεπεισμένονπεπισμένον εἶναι. ἡ ἀποζυγὴ αὕτη δισσὴ γραφεῖσα κυρία ἔστω καὶ βεβαία ὡς ἐν δημοσίῳ κα τακειμένη καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ιϛ καὶ ἔτους ιε τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτους η τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων. Τῦβι Ψεννῆσις Πιὸς νεκροτάφος τέθειμαι τήνδε τὴν ἀποζυγὴν ἐϕ’ αἷς περιέχει πάσαις διαστολαῖς καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔγραψα ὑπὲρ αὐτοῦ Αὐρήλιος Ἰσοκράτης ἀξιωθείς.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.