no image
DDbDP-text
Affitto di terreno via HGV-meta
Linked by Trismegistos ID
TM 12386.
Each record below describes this same ancient text from a different angle.
Ἥρωνι Ἀματίου ἐξηγητευκότι παρὰ Τούρβωνος τοῦ Κρονίωνος ἀ πὸ κώμης Τεπτύνεως. βούλομαι μισ θώσασθαι παρά σου εἰς ἔτη τέσσερα ἀπὸ τοῦ ἐνεστῶτος ζ ἔτους τὸ ὑπάρχον σοι ἥμισυ μέρος κλήρου ἀρουρῶν ε περὶ κώμην Τεπτῦνιν Πελβῶ νις λεγομένου, τὸ μὲν πρῶτον καὶ τρίτον ἔτος τῆς μισθώσεως εἰς σπορὰν κριθῆςκρειθῆς ἐκφορίου κατʼ ἔτος ἀσπερμὶ κριθῆςκρειθῆς ἀρ ταβῶν τεσσεράκοντα πέντε , τὸ δὲ δεύτερον καὶ τέταρτον ἔτος εἰς σπορὰν χόρτου κο πῆς, φόρου κατʼ ἔτος ἀσπερμὶ ἀργυρίου δραχμῶν ἑξήκον τα , πάντων ἀνυπολόγων καὶ ἀκινδύνων ἄγων τὰ κατʼ ἔτος ἔργα ὅσα καθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς καὶ τὰ κατʼ ἔτος ἐκφόρια ἀποδώσω μηνὶ Παῦνι ἐ φʼ ἅλῳ νέα καθαρὰ ἄδολα μέτρῳ Διδύμης Τεβτύνεως, τὸν δὲ φόρον Φαμενώθ, πρὸς ἐμὲ ὄντων τῶν φορέτρων ἐπισ πουδασμοῦ καὶ ὀνηλατικοῦ τῆς δὲ παραγωγῆς τῶν ἐκφορίων πρός σε καὶ μετὰ τὸν χρόνον παραδώσω τὰς ἀρούρας καθαρὰς ἀπὸ θρύου κα λάμου ἀγρώστεως δείσης πάσης. ἐὰν φαίνηται μισθῶσαι. Ἥρων ἐξηγητευκὼς μεμίσθωκα ἐπὶ ταῖς μεμίσθωκα τὴν γῆν ἐκφορίου πυροῦ ἀρτάβαις ἐκφορίου ἀρταβῶν τεσσαράκοντατεσεράκοντα πέντε πέντε καὶ φόρου ἀργυρίου δραχμαῖς ἑξήκοντα καὶ φόρου δραχμῶν ἑξήκοντα ος ἔτους ζ Ἀντω νείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν αSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.