no image
DDbDP-text
Quittung für Schiffsfracht (ναυλωτικὴ συγγραφή) via HGV-meta
Linked by Trismegistos ID
TM 18108.
Each record below describes this same ancient text from a different angle.
σιτολόγου μέσης τοπαρχίας μηπ τόπων τὰς ἐπισταλεί σας ὑπό τε σοῦ καὶ Ὡρίωνος βασιλικοῦ γραμματέως ἀπὸτῆς προκειμένης σιτολογίαςσειτολογίας εἰς ὅρμον Τερύθεως τοῦ με γάλου ποταμοῦ ἐξ ἀποστόλου τοῦ κρατίσ του ἐπιτρόπου τῆς Νέας Πόλεως πυροῦ γενήματος τοῦ διελθόντος ιη ἔτους καθαροῦ ἀδόλου ἀβώλου ἀκρίθου ἀδιπατή του κεκοσκινευμένου μέτρῳ δημο σίῳ ἡμιαρταβίῳ μετρήσει τῇ κελευσθεί σῃ ἐπακολουθούντων τῶν ἐπὶ τῆς ἐμβολῆς τεταγμένων πάντων σὺν ἑκατοστῇ μιᾷ καὶ ἡμιαρταβίῳ ἀρτάβας Βχξβ γίνονται ααι ἀρτάβαι δισχίλιαιδισχείλιαι ἑξακόσι αι ἑξήκοντα δύο , ἃς καὶ κατάξω εἰς Ἀλε ξάνδριαν καὶ παραδώσω εἰς τὸν ἐν τῇ Νέᾳ Πόλει χειρισμὸν ὑγιῶς καὶ πιστῶς ἀπὸ πάσης ναυτικῆς κακουργίας. κυρία ἡ ἀποχὴ τρισσὴ γραφεῖσα, σοὶ τῷ στρατηγῷ δισσή, τῷ δὲ σιτολόγῳ ἁπλῆ. ἔτους ιθ Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου Βρεταννικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου καὶ Πουβλίου Σεπτιμίου Γέτα ΒρεταννικοῦΒρεττανικων Μεγίστων Εὐσεβῶν Σεβαστῶν Μεχείρ. ΠοσιδώνιοςΠοσιδωνίου τοῦ καὶ Τριαδέλφου ναύκληρος χειρισμοῦ Νέας Πόλεως ἐμβέβλημαι τὰς τοῦ πυροῦ σὺν ἡμιαρταβίῳ καὶ ἑκατοστῇ μιᾷ ἀρτάβας δισχιλίας ἑξακοσίας ἑξήκοντα δύο γίνονται ἀρτάβαι Βχξβ, ὡς πρόκιται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.