no image
DDbDP-text
Receipt for Payment of Money via HGV-meta
Linked by Trismegistos ID
TM 21339.
Each record below describes this same ancient text from a different angle.
ἔτους ἑβδόμου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Φαμενὼθ ιε Σεβαστῇ ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ὁμολογεῖ Θερμούθιον Ἀχιλλέως τῶν ἀπʼ Ὀξυρύγχων πόλεως μετὰ κυρίου τοῦ τῆς μητρὸς αὐτῆς Πλουτάρχης ἀνδρὸς Διογένους τοῦ Πασίωνος τῷ γενομένῳ αὐτῆς ἀνδρὶ Διοσκοῦτι Παυσίριος τῶν ἀπὸ τῆς αὐτῆς πόλεως, ἐν ἀγυιᾷ, ἀπέχειν παρʼ αὐτοῦ ἀργυρίου Σεβαστοῦ καὶ Πτολεμαικοῦ νομίσματος δραχμὰς διακοσίας κεφαλαίου ἃς ὁ Διοσκοῦςἃς Διοσκοῦς ὡμολόγησεν εἰληφέναι παρὰ τῆς Θερμουθίου ἀπὸ τιμῆς οὗ πέπρακεν ἡ αὐτὴ Θερ μούθιον μετὰ κυρίου τοῦ Διοσκοῦτος μέρος οἰκίας ἐν λαύρᾳ ἹπποδρόμουἹπποδράμου καθʼ ἣν ὁ αὐτὸς Διοσ κοῦς καὶ ἡ Θερμούθιον ἀνήνεγκαν πρὸς ἑαυτοὺς διὰ τοῦ ἐν Ὀξυρύγχων πόλει μνημονείου τῷτοῦ Φαρμοῦθι μηνὶ τοῦ ἕκτου ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος περὶ τῶν αὐτῶν δραχμῶν διακοσίων ὁμολογίαν καὶ μηθὲν ἐγκαλεῖν μηδʼ ἐγκαλέσειν μηδʼ ἐπε λεύσεσθαιἐπελευσεσασθαι Θερμούθιον μηδʼ ἄλλον ὑπὲρ αὐτῆς τῷ Διοσκοῦτι μηδὲ τοῖςτους παρʼ αὐτοῦ μήτε περὶ τούτων μηδὲ περὶ μηδενὸς ἁπλῶς μέχρι τῆς ἐνεστώσης ἡμέρας, ἢ χωρὶς τοῦ τὴν ἐσομένην ἔφοδον ἄκυρονἄκοιρον εἶναι ἐκτίνειν Θερμού θιον ἢ τὸν ὑπὲρ αὐτῆς ἐπελευσόμενον τῷ Διοσκοῦτι ἢ τοῖς παρʼ αὐτοῦ καθʼ ἑκάστην ἔφοδον τό τε βλάβος καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς ἑκατὸν καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ μηθὲν ἧσσον κυρία ἡ συνγραφή. ἔτους ἑβδόμου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Φαμεν ὼθ πεντεκαιδεκάτῃ Σεβαστῇ, διὰ Ἐπιμάχου ἀγορανόμου κεχρημάτισται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.